126Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. τῆς δὲ εἰπούσης · “οἶκος φίλος, οἶκος ἄριστος,” ἀγανακτήσας κατ’αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν. οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ’ἄλλοις πολυτελῶς διαιτᾶσθαι. Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία · μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. τῆς δὲ εἰπούσης · “οἶκος φίλος, οἶκος ἄριστος”, ἀγανακτήσας κατ’αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν. ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ’ἑαυτοῖς ζῆν ἢ παρ’ἄλλοις πολυτελῶς.