Aesop and Aesopica

Fables, Fable 6

6ἀετός ποτε ἑάλω ὑπ’ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν. δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. ἕτερος δέ τις τοῦτον ἐξαγοράσας ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ. τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα · μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ. μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν. ποτὲ ἀετὸς ἑάλω ὑπ’ἀνθρώπου. τούτου δὲ τὰ πτερὰ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. ἕτερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν · μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι μὲν φύσει ἀγαθός ἐστι · ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τὸ πτερὸν ἐρημώσῃ. ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι.