214λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν μῦν ηὐλαβήθη. καὶ ὃς ἀπεκρίνατο · “οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν”. ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μη δὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν. λέων ποτὲ καύματος ὥρᾳ ἔν τινι σπηλαίῳ ἀνεπαύετο. μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. ἀλώπεκος δὲ καταγελώσης, εἶπεν · “οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν πεῖραν”. ὁ λόγος δηλοῖ ὅτι τοῖς γενναίοις ἀπειρία χεῖρόν ἐστι τοῦ κολάζεσθαι. κοιμωμένου λέοντος, μῦς ἐπέδραμεν τῇ χαίτῃ αὐτοῦ. ὁ δὲ ἀνεπήδησε καὶ ἐθυμώθη. ἀλώπηξ δὲ ἰδοῦσα ἐπεγέλασεν, ὡς τοιοῦτος ὢν τὸν μῦν πτοεῖται. ὁ δὲ ἔφη · “οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω”. ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν · νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.