Aesop and Aesopica

Fables, Fable 155

155κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆτέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. κἀκεῖνος ἔφη · γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.