318μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων μετ’αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ ὁ κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν · “πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ”; ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. ποιμὴν εἰς μάνδραν τὰ πρόβατα εἰσάγων ἔμελλε μετ’αὐτῶν εἰσαγαγεῖν λύκον. κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει · “πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι”; ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.