359ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα · “τὶ δή παθὼν ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα αὐτῶν χανδόθεν πινούσης; ὁ δ’· ” οὐκ ἄχαρίς εἰμι μερόπων γένει · στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαίτε συχνῶς μέτωπόντε καὶ ὤμους “. ἡ δέ · ” ἀλλ’ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος δὴ μόρος, ὅτε καὶ τύχῃ συμβαίνει μοι ἁλῶναι. ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.