229λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι. ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη · “καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων · ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν”. ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη · “ἐκ φρενὸς λύκου καλὴ γνώμη · ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; ἄγε ταύτην εἰς μέσον ἀπομερίσας”. ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους ἀνέλυσεν. ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν. λύκος τῶν λοιπῶν κρατήσας λύκων νόμους ἔταξε πᾶσι, ἵνα πᾶν ὅ τι ἄν τις θηρεύσῃ, εἰς τὸ μέσον ἀγάγῃ ἐξ ἴσου ἑκάστῳ μερισθησόμενον. ὄνος δὲ παρελθὼν ἔφη · “ἐκ φρενὸς λύκου καλὴ γνώμη · ἀλλὰ πῶς χθὲς συναντήσας σοι τὴν ἄγραν εἶδον ἐν τῇ κοίτῃ σου ἀποκρύψαντα”; ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους διέλυσεν.