294παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. πολλὰς δὲ συλλαβών, ὡς ἐθεάσατο σκορπίον, οἰηθεὶς ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα, οἷόςτε ἦν καταφέρειν αὐτόν. καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν · “εἴθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς”. οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ τα- ταὐτὰ προσφέρεσθαι. παῖς τις συνάγων εἰς ἀρούρας ἀκρίδας ἔμελλεν ἆραι σκορπίον ἀντ’ἀκρίδος. ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐβόα, λέγων · “ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας”. ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. παῖς τις συνάγων ἀκρίδας εἷλε καὶ σκορπίον ἀντὶ ἀκρίδος. ὁ δὲ πρὸς τὸν παῖδα, ἄκακον ὄντα νοήσας, ἔφη · “ἄπελθε, μὴ θήρευε, μὴ πάσας ἀπολέσῃς”. παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν · “ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κα- κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς”. ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν. παῖς τις ἀκρίδας θηρεύων καὶ σκορπίον ἤμελλεν ἆραι ὡς γένος ἀκρίδος ὄντα. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν ἰδὼν τὸ οὐραῖον στήσας καὶ τὸ κέντρον ὀξύνας εἶπεν · “ἄπελθε καὶ σῴζου, ὦ παῖ, μὴ κα- κἀμὲ θηρεύων καὶ πάσας ἃς ἔχεις ἀπολέσῃς”. ὅτι καλὸν τὸ γινώσκειν τὰ ἐναντία, καὶ τὸ μὲν καλὸν τιμᾶν, τὸ δὲ κακὸν φεύγειν, ἐκ πείρας δὲ πάντα.