Aesop and Aesopica

Fables, Fable 349

349χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν · ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν · “ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται”. ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.