Aesop and Aesopica

Fables, Fable 159

159κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπηλλάγησαν. δὲ μέλλων ὑπ’αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. οἱ δὲ ὑποτυχόντες ἔφασαν · ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν · ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα. κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. δὲ μέλλων ὑπ’αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. οἱ δὲ ἔφασαν · ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν · ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς. μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.