Aesop and Aesopica

Fables, Fable 320

320θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ · ὕβριν δὲ μόνην κατέλαβεν · ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ. ὅτι ἔνθα ἂν προέλθῃ ὕβρις ἐν πόλει ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ’αὐτὴν ἀκολουθεῖ.