Aesop and Aesopica

Fables, Fable 331

331σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήττων ἐχείμαζε. δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, τὴν κεφαλὴν ἁμάξης τρόχῳ ὑπέθηκε, καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. λόγος δηλοῖ ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνῄσκειν. σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζεν. δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων · συναπόλλυμαι τῷ ἐχθρῷ μου. πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας.