Aesop and Aesopica

Fables, Fable 70

70βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν · οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας; οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν. ἐν πόλει μεγίστην ταῦροι ἅμαξαν εἷλκον · δὲ ἔτριζεν ἰσχυρῶς. θυμωθεὶς οὖν βοηλάτης εἶπεν αὐτῇ · κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων; ὅτι τινὲς ἐπ’ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς. ταῦροι δύο ἅμαξαν ἕλκοντες ἐπὶ πόλιν τινὰ φόρτον ἔφερον. τῆς οὖν ἁμάξης τρυζούσης ἀεὶ φερομένης, θυμωθεὶς τὰς βοῦς ἐλαύνων ἔφη · κακὸν κτῆμα, τί κράζεις, τῶν βίᾳ σε ἑλκόντων βοῶν σιωπώντων; ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει. δ’ἐπεβόα, κράζουσα δὴ μεγάλως. δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει · θρασύτατον κτῆμα κακῶν πραγμάτων, ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ τῶν καθελκόντων σε βοῶν σιωπώντων; ὅτι τινὲς ἐπ’ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπ’αὐτοῖς.