Aesop and Aesopica

Fables, Fable 346

346ἦν δέ τις χαλκεὺς κυνάριον κατέχων. δὲ χαλκεύων, κύων ἐκοιμᾶτο · πάλιν ἐσθίων, κύων παρειστήκει. οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα · ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραββάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου · ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν μῦθος ἐλέγχει. ἦν τις χαλκεὺς κυνάριον ἔχων. χαλκεύων δέ, τὸ κυνάριον ἐκοιμᾶτο · ὅταν δὲ τράπεζα παρετίθετο, εὐθὺς κύων ἕτοιμος εἰς παράστασιν σείων τὸ οὐραῖον ἐφαίνετο. μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν χαλκεὺς αὐτῷ ὀστοῦν λέγων · ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραββάτου, μὴ θέλοντός σου ἀναστῆναι · ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τῶν ἀλλοτρίων πόνος ἐλέγχει. ἦν τις χαλκεὺς ἔχων κύνα. οὗτος οὖν χαλκεύων τὸν κύνα ἔβλεπε κοιμώμενον · πάλιν ἐσθίων ἑώρα παριστάμενον. τότε λοιπὸν εἶπε πρὸς αὐτόν · ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραββάτῳ · ὅταν δ’ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν. χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, κύων ἐκοιμᾶτο · ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν · ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς · ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους μῦθος ἐλέγχει.