Aesop and Aesopica

Fables, Fable 240

240μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν · ἀλλ’ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι · κἂν ἀποθάνω, οὐδέν μοι μέλει. λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ. μῦς εἰς χύτραν ζέουσαν κρεῶντε πλήρη ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι. ἀποθνῄσκων δ’ἔφησε τοιοῦτον λόγον · ἐσθίοντι, πίνοντι καί λελουμένῳ οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου. φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, ὅταν ἐπέλθῃ ἀβασανίστως τούτοις.