56ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη · “ἀλλ’ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον · ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασβολώσεις”. ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη · “ἀλλ’ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι”. τοῦ δὲ πυνθανομένου δι’ἣν αἰτίαν, ἔφη · “φοβοῦμαι μήπως ἃ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς”. ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον. ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη · “ἀλλ’οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι · δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς”. ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.