187λάθρᾳ κύων ἔδακνε. τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. γραῦς δὲ κύων εἶπεν αὐτῷ · “τί φαντάζῃ; οὐ δι’ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ἔλεγχον τῆς κεκρυμμένης σου κακίας”. ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν. λάθρᾳ κύων ἔδακνε τοὺς ἐντυγχάνοντας. ὥστε δὲ εἶναι τοῦτον διάδηλον, ὁ δεσπότης κώδωνα ἐπὶ τοῦ τραχήλου ἐκρέμασε. αὐτὸς δὲ ἐπὶ τούτῳ ἠλαζονεύετο. γέρων δὲ κύων αὐτὸν ἰδὼν ἔφη · “ὦ μάταιε, τί ἐπὶ τούτῳ μέγα κομπάζεις; οὐ γὰρ δι’ἀρετὴν τοῦτον φέρεις, ἀλλὰ δι’ἔλεγχον τῆς κεκρυμμένης σου κακίας”.