Aesop and Aesopica

Fables, Fable 124

124Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε · πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς. ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν. Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί. δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν · μόνη δὲ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος.