Aesop and Aesopica

Fables, Fable 153

153καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν · ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας παρέχω. λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους. καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. δὲ οἰκτρὸν ἔφη · ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω χάριτας. ὅτι τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, μῦθος ἐλέγχει. καρύα τις ἐν τῇ ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει. καὶ παροδῖται ταῖς ῥάβδοιςτε καὶ λίθοις ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων. στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεβόησεν · οἴμοι τῇ παναθλίᾳ · τί μοι συνέβη; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’αὐτῶν νῦν λαμβάνω. λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.