Aesop and Aesopica

Fables, Fable 25

25ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκβαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν · οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. ὅτι εὔκολον σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους. ἁλιεὺς τῇ θαλάσσῃ δίκτυον ἐμβαλὼν ἰχθύων μεγίστων καὶ σμικροτάτων ἐγκρατὴς γέγονε. τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων · ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν. εὔκολον εἰς σωτηρίαν τὸ εὐτελές · οἱ λαμπροὶ δὲ τῇ δόξῃ μόλις ἂν διαφύγοιεν τοὺς κινδύνους.