179ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων · “ὦ φίλε, δεῦρο συνδείπνησόν μοι”. ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ · “βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη · τραφήσομαίτε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι”. ταῦτα καθ’ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κα- κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. τῶν τις δὲ κυνῶν, τῶν καθ’ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα · “πῶς ἐδείπνησας, φίλος”; ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη · “ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. ἄνθρωπος δέ τις δεῖπνον παρετοιμάζει εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. αὐτοῦ δ’ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων · “ὦ φίλε, δεῦρο δείπνησον ὧδε”. ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ · “βαβαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη · ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε · τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου”. ταῦτα οὖν λέγων καθ’ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν, οὐρὰν περιστρέφοντα ὧδε κα- κἀκεῖσε, κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων. ὁ δε κατιὼν ἀπῄει ἀνακράζων. τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων κα- κἀπερωτώντων · “πῶς ἐδείπνησας, φίλε”; οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐβόα · “ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. ἄνθρωπός τις δεῖπνον ἡτοίμαζεν εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων · “ὦ φίλε, δεῦρο δείπνησον ὧδε”. ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο · “βαβαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη · ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι”. ταῦτα καθ’ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον. ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κα- κἀκεῖσε περιστρέφοντα, κατασχὼν ἐκ τοῦ σκέλους, ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. ὁ δὲ κατιὼν ἀπῄει κράζων. τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐπερωτώντων αὐτόν · “πῶς ἐδείπνησας”; ὑπολαβὼν ἔφη πρὸς αὐτούς · “ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. δεῖπνόν τις εἶχεν. ὁ δὲ τούτου κύων ἕτερον κύνα φίλον αὐτοῦ ἐκάλει. ὁ δὲ ἦλθεν. ὁ μάγειρος δὲ ἄρας αὐτὸν τοῦ σκέλους ἔρριψεν ἔξω. τῶν κυνῶν δὲ ἐρωτώντων αὐτὸν πῶς ἐδείπνησε · “τοιαῦτα ἔφη ὅτι οὐ δὲ τὴν ὁδὸν οἶδα ὅθεν ἐξῆλθον”. ὅτι πολλάκις οἱ ἐκβληθέντες ὡς ἀνάξιοι δόξης αἰσχυνόμενοι πειρῶνται κενοδοξεῖν διὰ λόγων. δεῖπνόν τις ἐτέλει λαμπρόν. ὁ δὲ τούτου κύων ἕτερον κύνα διὰ φιλίας εἰς τὸ δεῖπνον μετεκαλεῖτο. τοῦ δὲ κεκλημένου καταλαβόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαβὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν. ὁ δὲ ἀναστὰς πρὸς φυγὴν ἐτράπετο. τῶν δὲ ὑπαντώντων κυνῶν ἐπερομένων αὐτὸν πῶς τῷ δείπνῳ ἐπανεπαύσατο, εἶπε · “τῇ τρυφῇ καρωθεὶς οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”. ὅτι πολλάκις διὰ λόγου τινὲς τὴν ἀτιμίαν αὑτῶν πειρῶνται διασκεδάζειν. δεῖπνόν τις ἄνθρωπος εἶχεν. ὁ δὲ τούτου κύων ἕτερον κύνα ἑαυτοῦ φίλον ἐπὶ τὸ δεῖπνον ἐκάλει. ἐλθόντα οὖν ὁ μάγειρος αὐτὸν ἐκ τῶν ποδῶν ἄρας τοῦ μαγειρίου ἔρριψεν ἔξω. τῶν δὲ λοιπῶν κυνῶν ἐν τῇ ὁδῷ ἐρωτώντων ὅπως ἐδείπνησεν · “οὕτως, ἔφη, ὥστε οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”.