Aesop and Aesopica

Fables, Fable 321

321ποταμὸς δι’αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε · τίς καλῇ; τῆς δὲ εἰπούσης · σκληρὰ καλοῦμαι, ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν · ἄλλο τι ζητεῖ καλεῖσθαι · ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.