Aesop and Aesopica

Fables, Fable 223

223λύκος ἀρνίον ἐδίωκε · τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη · ἀλλ’αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ὑπὸ σοῦ διαφθαρῆναι. λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν μετὰ δόξης θάνατος.