Aesop and Aesopica

Fables, Fable 71

71ἐνέμοντο μετ’ἀλλήλων τρεῖς ἀεὶ βόες. λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο · ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ’ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο. ὅτι, εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει. ἐνέμοντο τρεῖς μετ’ἀλλήλων βόες. λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν ὁμόνοιαν ἐδειλία · αἰμύλοις δὲ λόγοις τούτους διαχωρίσας μεμονωμένους τούτων ἕνα καθ’ἕνα εὑρὼν ἀδεῶς ἤσθιεν. τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες. λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας δι’ὁμόνοιαν οὐκ ἴσχυσεν οὐ δ’ὅλως. τοῦ δὲ ὑπούλοις διαβάλλοντος λόγοις, ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων, καὶ τότ’ἕκαστον εὑρὼν μεμονωμένον κατεσπάραξεν οἷς τρόποις ἠβουλήθη. ὅτι θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω, πιστευέτω δὲ τοῖς φίλοις.