Aesop and Aesopica

Fables, Fable 93

93λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει · δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη · καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν · ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. ὅτι τοὺς θρασεῖς καὶ δειλοὺς μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.