Fables
Aesop and Aesopica
1ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα · εἰς οὐρανὸν δὲ ἀνῆλθεν. τὰ δὲ ἀγαθὰ ἠρώτησαν τὸν Δία πῶς εἶναι μετ’ἀνθρώπων. ὁ δὲ εἶπεν μὴ μετ’ἀλλήλων πάντα, ἓν δὲ καθ’ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα. ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ’ἑκάστην πλήττεται. 2ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει · μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐβόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν · “ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’αὐτοῦ ὠφελειῶν ἀπολαύειν”; ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν. πρὸς ἄνδρα αἰσχροκερδῆ μη δὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος. 3ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο · ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ · χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. συνέβη δ’αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν · θυόντων γάρ τινων αἶγα ἐπ’ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν · οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κα- κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι’ἀσθένειαν, ἀλλ’οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούονται. ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν καὶ τὸ ἐν τα- ταὐτῷ εἶναι ἡγούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποίησεν · ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. μετ’οὐ πολλὰς δὲ ἡμέρας ἐξελθούσης αὐτῆς ποτε ἐπὶ νομήν, ἀπορῶν ὁ ἀετὸς τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ · χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρρωθαν στᾶσα, ὃ τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. συνέβη οὖν αὐτοῖς ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἐχθρὰν ἐσχηκέναι μεταξὺ ἀλλήλων. ὁ δὲ θεὸς τῆς εἰς τὴν φιλίαν γενομένης ἀσεβείας οὐκ εἰς μακρὰν δίκην περιέσχε · θυόντων γάρ τινων αἶγα ἐπ’ἀγρῷ, ὁ ἀετὸς καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν ἐπὶ τὴν καλίαν · οὗ κομισθέντος ἐπὶ τῇ καλιᾷ, σφοδρὸς ἐνέπεσεν ἄνεμος · ὑπάρχουσα δὲ ἡ καλιὰ ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου λαμπρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοί, καὶ γὰρ ἦσαν ἔτι πτῆναι ἀτελεῖς, ἐπὶ τὴν γῆν κατέπεσον. ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κα- κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσιν κόλασιν δι’ἀσθένειαν, ἀλλά γε τὴν ἐκ τοῦ θεοῦ τιμωρίαν οὐ διακρούσονται. ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν, βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. ὁ μὲν οὖν ἐφ’ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο · ἡ δ’ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης, ὁ ἀετός, τροφῆς ἀπορῶν, καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας, ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. ἡ δ’ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ · χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵατε ἦν. διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ’ὅ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο. οὐ πολλῷ δ’ὕστερον αἶγά τινων ἐπ’ἀγροῦ θυόντων, καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε, κα- κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα, καὶ φλογὸς ἀναδοθείσης, οἱ ἀετιδεῖς ἀπτῆνες ἔτι τυγχάνοντες, ὀπτηθέντες εἰς γῆν κατέπεσον. ἡ δ’ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν. ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κα- κἂν τὴν ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν δι’ἀσθένειαν, ἀλλὰ τήν γε θείαν δίκην οὐ διακρούσονται. φιλίαν ἐσπείσατο πρὸς ἀετὸν ἀλώπηξ, καὶ ὁ μὲν εἶχε τὴν καλιὰν ἐπάνω τοῦ δένδρου, ἡ δὲ ὑπὸ τὴν ῥίζαν. ὁ δὲ ἀετὸς ἐπιορκήσας τοὺς σκύμνους τῆς ἀλώπεκος τοῖς νεοσσοῖς θοίνην ἔδωκεν. ἄλλοτε δὲ ἱερεῖον ἐκ τοῦ βωμοῦ ἁρπάσας μετὰ ἄνθρακος ἔθετο εἰς τὴν καλιάν. ἡ δὲ ἐξήφθη καὶ οἱ νεοσσοὶ κατέπεσον. καὶ ἡ ἀλώπηξ θήραν ἐποιήσατο τὸ συμβάν. ὅτι δίκη τις ἐφορᾷ τὰ τῶν ἀνθρώπων καὶ τοὺς ἐπιόρκους ἀμύνεται καὶ ἀποδίδωσι κατ’ἀξίαν. 4ἀετὸς λαγωὸν ἐδίωκεν · ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὅν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. κα- κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ’ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακώς, κόπρου σφαῖραν ποιήσας, ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ὠὰ ἀπορρίψας. ἀπ’ἐκείνουτέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται μὴ νεοττεύειν τοὺς ἀετούς. ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι. ἀετὸς λαγωὸν ἐδίωκε. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. ὁ δὲ παραθαρσύνει αὐτόν. ὁ δὲ κάνθαρος ἐγγὺς ἐλθὼν τὸν ἀετὸν ἐθεάσατο, παρεκάλεσε δὲ μὴ ἀπαγαγεῖν αὐτὸν τὸν ἱκετεύσαντα. ὁ δὲ ἀετός, ἀπιδὼν περὶ τὴν τοῦ κανθάρου σμικρότητα, ἐν ὄψει αὐτοῦ τὸν λαγωὸν ἐθοινήσατο. ὁ δὲ κάνθαρος ἀπ’ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τὰς τοῦ ἀετοῦ καλιάς. καί ποτε ὁ ἀετὸς ἔτικτε. εἶτα μετάρσιος αἰρόμενος ὁ κάνθαρος ἐκύλιε τὰ ὠὰ τοῦ ἀετοῦ καὶ κατέασσε ταῦτα, μέχρις οὗ ἐλαυνόμενος πανταχόθεν ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ θεοῦ ὁ ὄρνις), καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ πρὸς νεοττοποιίαν παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς αὐτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτὸν, ὁ δὲ κάνθαρος, τούτους ἑωρακὼς καὶ αἰσθόμενος, κόπρου σφαῖραν ποιησάμενος, ἀναπτὰς ἐπὶ τοὺς τοῦ Διὸς κόλπους, τὴν κόπρον ἔρριψεν. ὁ δὲ Ζεὺς τὴν κόπρον αἰσθόμενος καὶ ἀποσείσασθαι βουληθεὶς ἀνέστη. ὡς δὲ ἀναστὰς ἐπελάθετο τῶν ὠῶν καὶ ἔρριψεν ταῦτα, συνετρίβησαν. ἀπ’ἐκείνουτέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται τοὺς ἀετοὺς μὴ νεοττεύειν. δηλοῖ δὲ ὁ λόγος μη δὲ τῶν μικρῶν καταφρονεῖν λογιζομένους ὅτι προπηλακισθέντες καὶ θεῶν καταφρονοῦσι πρὸς ἄμυναν. λαγωὸς ὑπ’ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. ὁ δὲ μετ’ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷτε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου εἴ τις τοῦτο τολμήσειε, κα- κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κα- κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δ’ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δέ, κόπρου σφαῖραν ποιήσας καὶ ἀναβὰς ἐπὶ τοῦ κόλπου Διός, ταύτην καθῆκεν. ὁ δὲ Ζεύς, ἀναστὰς ἐφ’ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος, ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτ’ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι. ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι. 5ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε · κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε · καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. “ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός”. οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα. ὄνυξιν ἄρας ἀετὸς ἄρνα ἤγαγε τοῖς παισὶ δεῖπνον. τοῦτο δὲ ζηλώσας κολοιὸς ὥρμήθη καὶ δὴ καταπτὰς ἐπὶ ἄρνα ἐνεπάρη τοῖς μαλλοῖς. οἱ δὲ παῖδες τοῦτον κρατήσαντες ᾔκιζον. ὁ δὲ κολοιὸς ἔφη · “δίκαια πάσχω · τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην”; ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ. 6ἀετός ποτε ἑάλω ὑπ’ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν. ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. ἕτερος δέ τις τοῦτον ἐξαγοράσας ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ. τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα · “μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ”. ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν. ποτὲ ἀετὸς ἑάλω ὑπ’ἀνθρώπου. τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. ὁ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. ἕτερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν · “μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστι · ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τὸ πτερὸν ἐρημώσῃ”. ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι. 7ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. τοῦτον δέ τις ἔβαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν · ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. ὁ δὲ ἰδὼν ἔφη · “καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν”. ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ. ἀετὸς εἰς ὕψος ἐκάθητο θηρεῦσαι λαγωούς. τοῦτον τοξότης ἰδὼν ἔβαλεν εὐστοχήσας. στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη · “οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά”. ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων. 8ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι · δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. καὶ ὃς ὑποτυχὼν εἶπεν · “ἀλλ’ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι”. οὕτως καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη ᾖδε κατὰ τὸ σύνηθες. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ἀπορῶν τροφῆς, ἐπιπτὰς ἀνελάβετο αὐτήν. ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα · δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. ὑπολαβὼν δὲ ὁ ἱέραξ ἔφη · “ἀλλ’ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν. ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. ἡ δ’ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι · μη δὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. καὶ ὁ ἱέραξ ὑπολαβὼν εἶπεν · “ἀλλ’ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι. 9ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. ἡ δὲ εἶπεν · “οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ”. ὅτι τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα ἡ λύπη συνέβη. χελιδὼν δέ τις ὠμίλει ἀηδόνι ἵν’ὁμόροφος ταύτῃ γε συνυπάρχῃ. ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐβόα · “οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι · τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω. διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω”. ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη. 10Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. ὡς δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ἣν εἶχε μόνην, παρόντος αὐτοῦ, ἐπώλει. ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως · τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν · “ἀλλὰ μὴ θαύμαζε · αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται”. ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐ δὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν. 11Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν. 12αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, τοῦτον ἐβούλετο μετ’εὐλόγου αἰτίας καταθοινήσασθαι. καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐ δὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. τοῦ δὲ εἰπόντος ὡς ἐπ’ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν · “ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων”. τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεὶς ἐκεῖνος ἔφη · “ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι”. ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κα- κἂν μὴ μετ’εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, μετ’εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. τοῦ δ’ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών · “ἀλλ’εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ”, τοῦτον κατεθοινήσατο. ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται. αἴλουρος, ἀλεκτρυόνα συλλαβὼν, ἠβούλετο μετ’εὐλόγου αἰτίας τοῦτον καταθοινήσασθαι. καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα · “ἐπ’ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ”. ἐκ δευτέρου πάλιν φήσαντος · “ἀλλ’ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις”, “καὶ τοῦτο ἐπ’ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω”. ὁ δὲ ἀποκριθείς · “ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ”. οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κα- κἂν μετ’εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται. αἴλουρος, ἀλεκτρυόνα συλλαβὼν, μετ’εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. τοῦ δ’ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών · “ἀλλ’εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ”, τοῦτον κατεθοινήσατο. ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται. 13ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω δι’ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν · “ἀλλ’, ὦ οὗτος, σοί γε, κα- κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι”. ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν οὗτοι ἐξαπατῶνται. ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλέγων ἕνα καθ’ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς · “ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν · τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα”. ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω δι’ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσαςτε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν νεκρὸν εἶναι. τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη · “ὦ οὗτος, κα- κἂν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι”. ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται. ἐν οἰκίᾳ τινι πολλῶν μυῶν ὄντων, αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθ’ἕκαστον αὐτῶν συλλαμβάνων κατήσθιεν. οἱ δὲ καθ’ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους · “μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα. τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι, ἡμεῖς σωθησόμεθα”. ὁ δὲ αἴλουρος, μηκέτι τῶν μυῶν κατιόντων, ἔγνω δι’ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι. καὶ δὴ ἀπὸ παττάλου τινὸς ἀναβὰς ἑαυτὸν ἀπῃώρησε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. τῶν δὲ μυῶν τις, παρακύψας καὶ ἰδὼν αὐτόν, ἔφη · “ὦ οὗτος, κα- κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι σοι”. ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι. αἰλούρου προσποιουμένου νεκρωθῆναι, ὡς τοῦτον οἱ μύες ἐθεάσαντο, ἔφησαν · “ὦ οὗτος, κα- κἂν θῦλαξ γένῃ, οὐ προσελευσόμεθά σοι”. ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι. 14αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. αἱ δὲ ὑποτυχοῦσαι · “καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς”. οὕτως καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κα- κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται. ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώσθει · εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα · “πῶς ἔχεις, φίλε, τί δέ σοι; ἄν τι χρῄζῃς, Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω. ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας”. ἡ δ’ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα · “εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω · ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν”. τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει. ὄρνις ποτὲ ἠσθένει · αἴλουρος δὲ προκύψας εἶπεν · “πῶς ἔχεις; εἴ τι χρῄζεις, ἐγώ σοι δώσω, μόνον ὑγίαινε”. ἡ δὲ ἔφη · “ἐὰν ἀπέλθῃς, οὐκ ἀποθνῄσκω”. ὅτι ὑποκριτὰς δολίους φιλεῖν λέγοντας ὁ μῦθος ἐλέγχει. 15αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. ῥίψας δ’ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. ἡ δὲ εἶπεν · “κα- κἂν ἐγὼ σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον”. ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι. αἰπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν · ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. ἡ δὲ ἔφησε · “κα- κἂν ἐγὼ σιωπήσω, τὸ κέρας κεκράξεται”. τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι. ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο τοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν. μία δ’ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. εὐθὺς δ’ὁ ποιμὴν ἐπ’αὐτὴν ῥάβδον ῥίψας τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον. ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μη δ’ὑποδεῖξαι κεκλασμένον τὸ κέρας. ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα · “πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι”. ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι. 16αἶγα καὶ ὄνον ἔτρεφέ τις. ἡ δὲ αἴξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον. ὅτι ὅστις καθ’ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός. αἶγα καὶ ὄνον ἔτρεφέ τις. ἡ δὲ αἲξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεβούλευε λέγουσα · “ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δ’ἀχθηφορῶν. ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι”. πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη · ὅθεν καὶ συνετρίβη. ὁ δὲ δεσπότης ἀμφοτέρων καλέσας τὸν ἰατρὸν βοηθεῖν τῷ ὄνῳ ᾐτεῖτο. ὁ δὲ πόμα τούτῳ δι’αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν. θύσαντες τοίνυν τὴν ἀθλίαν καὶ αὐτεπίβουλον αἶγα, τὸν ὄνον ἰάτρευον. ὅστις καθ’ἑτέρου δόλον μηχανᾶται ἑαυτοῦ ἐστι τῶν κακῶν αὐτουργός. ἀνήρ τις ἔτρεφεν αἶγ’ἅμα καὶ ὄνον · ἀλλ’ἡ αἲξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ διὰ τὴν τρυφὴν κριθάςτε καὶ τὸν χόρτον. αὐτῇ ἔλεγεν ὡς “ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα · λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι. πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις”; ὁ δὲ πρὸς αὐτὴν ἔφη · “καὶ τί ποιήσω; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν”. ἣ συμβουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν κα- καὐτὴ ἀναπαύσεως τύχῃς. καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη, ὥσπερ νόσημα δεινὸν προσκεκτημένη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη. τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος, δραμὼν αὐτίκα τὸν ἱατρὸν ἐκάλει ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον. ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει ἐγχυματίζειν καὶ ῥώσεως τυγχάνειν. οἳ παραυτίκα τεθυκότες τὴν αἶγα τρίψαντες τὸν πνεύμον’αἵματι ἰδίῳ ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον. αὐτὸς καθ’αὑτοῦ λανθάνει τοῦτο ποιῶν. 17αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι · “ἀλλὰ καὶ δι’αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα · εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς”. ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κα- κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν. ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι τὰς αἶγας ἤγαγεν. εὗρε δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. τὰς ἰδίας δὲ ἀφείς, τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. ὁ δὲ αἰπόλος γελάσας εἰς τὸν οἶκον ἦλθε κενός. ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων ἐπ’ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γινομένου. ποιμὴν ἐν σπηλαίῳ τὰς αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. εὑρὼν δ’ἀγρίας πλείονας ὧν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις. μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας · αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν. ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κα- κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου. ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων. ἐν σπηλαίῳ τινὶ ἐρήμῳ αἰπόλος ἐν χειμῶνι τὰς ἑαυτοῦ αἶγας ἤγαγεν. εὑρὼν δὲ ἐκεῖ ἀγρίους πλείους τῶν ἑαυτοῦ καὶ μεγίστας, καὶ τερφθεὶς ἐπὶ ταύταις, ταύτας τοῖς φύλλοις τῶν φύλων διέτρεφε, τῶν ἑαυτοῦ ἀμελήσας παντάπασι. τοῦ χειμῶνος δὲ παρελθόντος, αἱ μὲν ἄγριαι ἐπὶ τοῖς ὄρεσιν ἔφυγον, τὰς δὲ ἰδίας ζητῶν εὗρε πάσας τεθνηκυίας, καὶ στενάξας ἔφη · “ὦ μάταιος ἐγὼ, ὃς τῶν ἐμῶν μὲν ἀμελήσας ἐπὶ ταῖς ἀγρίαις αἰξὶ τὴν πᾶσαν φροντίδα ἐποιησάμην”. 18αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε · τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. ἡ δὲ καθ’ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, “ἀλλ’ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή”. ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι πρὸς αἰσχύνην μείζονα. 19Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. τῶν δὲ ναυπηγῶν σκωπτόντωντε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. κα- κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν · “ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται”. ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι. 20ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη · ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. ὁ δ’ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε. ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ἀλέκτορες δύο δι’ὄρνεις ἐμάχοντο, οὓς λέγουσι θυμὸν ἔχειν οἷον ἀνθρώπων. τούτων ὁ ἡττηθεὶς κατεκρύβη ἐν γωνίᾳ · ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. ὁ δὲ ἕτερος ταῖς ὄρνισιν ἀφόβως συνῆν. ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι · πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν […] · αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν. ἀλέκτορες δύο δι’ὄρνεις ἐμάχοντο · τούτους δὲ ἱστοροῦσι θύμον ἔχειν ἀνθρώποις παρόμοιον. ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύβη. ὁ δὲ ἕτερος βρενθυόμενος διάτορον ἐξεβόησε τοῦ δώματος ὑπερβάς. τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. ἔμεινεν οὖν ὁ δειλότερόςτε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχόςτε καὶ ἄφθονος. ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι. μαχομένων δέ ποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ’ἐν γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν · “ἥττησα τὸν ἴδιον ἐχθρόν μου τροπωσάμενος ἀντίπαλον εἰς κράτος”. ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω καὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνον ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καυχωμένου ὡς ὄντος νικηφόρου. ὁ λόγος πρὸς ἄνδρας θεομάχους. 21ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν · “ἀλλ’ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’αὐτῶν τυπτόμενος · ὁρῶ γὰρ αὐτοὺς οὐ δὲ αὑτῶν ἀπεχομένους”. ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕβρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μη δὲ τῶν οἰκείων ἀπεχομένους. ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων αὐτοῦ, περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας, εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὄρνισι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα, νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεωκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας, θεωρεῖ τοὺς ἀλεκτρυόνας μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς ἔφη · “ἀλλ’ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι · ὁρῶ γὰρ αὐτοὺς καὶ ὑπ’ἀλλήλων μαχομένους”. ὁ μῦθος δηλοῖ ὅτι ὁ λόγος πρὸς φρονίμους ἀνθρώπους οἵτινες ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις, ὅταν ἴδωσιν αὐτοὺς μη δὲ τῶν οἰκείων ἀπεχομένους. ἀλεκτρυόνας τις ἔχων ἐπὶ τῆς οἰκίας, πριάμενος καὶ πέρδικα, σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ μετὰ μικρὸν κα- κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν · “ἀλλ’ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις”. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕβρεις, ὅταν αὐτοὺς ἴδωσι μη δὲ τῶν οἰκείων ἀπεχομένους. 22ἁλιεῖς ἐπ’ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον · καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν. οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν. ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν. ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρατε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ’ἡδονῆς ἀνεχώρησαν. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο. 23ἁλιεῖς σαγήνην εἷλκον · βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν · “ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι · χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν”. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. ἁλιεῖς σαγήνην εἷλκον. βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. ὡς δὲ εἷλκυσαν αὐτήν, ἰχθύας μὲν εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφασιν. εἷς δέ τις ἐξ αὐτῶν γηραιὸς ἐξεῖπε · “μὴ ἀχθώμεθα, ὦ ἑταῖροι · χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι λυπηθῆναι”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις, γινώσκοντας τὰς τοῦ βίου τύχας. ἁλιεῖς εἷλκον σαγήνην. βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ἐσκίρτων, πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. ὡς δ’ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε · “μὴ ἀχθώμεθα, ὦ ἑταῖροι · τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη · καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις. 24ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν. ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη · “ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε”. πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος. 25ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκβαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν · οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους. ἁλιεὺς τῇ θαλάσσῃ δίκτυον ἐμβαλὼν ἰχθύων μεγίστων καὶ σμικροτάτων ἐγκρατὴς γέγονε. τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων · ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν. εὔκολον εἰς σωτηρίαν τὸ εὐτελές · οἱ λαμπροὶ δὲ τῇ δόξῃ μόλις ἂν διαφύγοιεν τοὺς κινδύνους. 26ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαμβάνειν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν · “ἀλλ’ἐγὼ εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χειρὶ παρεὶς κέρδος, ἄδηλον ἐλπίδα διώκοιμι”. ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κα- κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κα- κἂν μέγα ὑπάρχῃ. ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα · “μὴ λάβῃς με πρὸς τὸ παρόν, ἀλλ’ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω · ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάβῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι”. καὶ ὁ ἁλιεὺς εἶπεν · “ἀλλ’ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κα- κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κα- κἂν μέγα ὑπάρχῃ”. ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κα- κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κα- κἂν μέγα ὑπάρχῃ. ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ’ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. “ἀλλ’ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι”. καὶ ὁ ἁλιεὺς εἶπεν · “ἀλλ’ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κα- κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κα- κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι”. ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα. 27ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαβεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας καλῷ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. ὁ δὲ ἀπεκρίνατο · “ἀλλ’ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν”. οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν. ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαβὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον, τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. καὶ ὃς ἀπεκρίνατο · “ἀλλ’εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν”. ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν. 28ἀλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δή ποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέβη τὴν θάλασσαν ὑπὸ λαβροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν · “ἀλλ’ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα”. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες. 29ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι. διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν, “μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν,” ἐκείνη ἀπαγομένη ἔλεγεν · “ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι · ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν”. πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας. 30ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν · “ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ”. ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. ἀλώπηξ λιμὼττουσα ἐν πείνῃ ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπ’αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύβης ἔστενε καὶ ἐπωδύρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο δι’ἣν αἰτίαν τοῦτο ποιεῖ. μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη · “ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες”. ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. ἐν κοιλώματι δρυὸς στενωτάτῳ ποιμένος ἔκειτο πήρα μεθ’ὧν εἶχε βρωμάτων. ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὖσα καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν. ὀγκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἠδύνατο. ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη · “οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες”. ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν · ἐν ὑστέρῳ γάρ, κα- κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει. 31ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάβετο. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν ὅτι καταφυγοῦσα ἐπ’αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο. καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν · “ἀλλ’ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμβάνεσθαι εἴωθα”. οὕτως καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον. ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἤμελλεν, βάτου ἐπελάβετο πρὸς βοήθειαν. ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν · “αἶ ἐμέ · καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – ἀλλ’ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαβέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. ἀλώπηξ φραγμὸν ἀναβαίνουσα, ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάβετο πρὸς βοήθειαν βάτου. καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν · “οἴμοι · καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. ἀλλ’ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαβέσθαι, ἥτις πάντων ἐπιλαμβάνεσθαι εἴωθα”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. 32ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν · “ὄμφακές εἰσιν”. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. ποτὲ ἀλώπηξ βότρυν θεασαμένη πέπειρον ἐπειρᾶτο λαβεῖν εἰς βρῶσιν, καὶ μὴ δυνηθεῖσα μειδιάσασ’ἔφη · “τί κάμνω; ὄμφακες γάρ εἰσιν ἐκεῖνοι · λήψομαι αὐτούς, ὅταν πέπειροι ὦσι”. ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀποτυχόντες τῶν πραγμάτων σπουδάζουσι διὰ ψεύδους καλύψαι τὴν ἀλήθειαν. βότρυας πεπείρους ἀλώπηξ κρεμαμένους ἰδοῦσα, τούτους ἐπειρᾶτο καταφαγεῖν · πολλὰ δὲ καμοῦσα καὶ μὴ δυνηθεῖσα ψαῦσαι, τὴν λύπην παραμυθουμένη ἔλεγεν · “ὄμφακες ἔτι εἰσίν”. ὅτι τοὺς δι’ἀδυναμίαν τινὸς ἀποτυγχάνοντας πράγματος καὶ θέλοντας τοῦτο διὰ ψεύδους καλύψαι ἐλέγχει ὁ μῦθος. βότρυας πεπείρους ἀλώπηξ ἀπῃωρημένους ἰδοῦσα, κατάξαι τούτους καὶ ἔδεσθαι πολυτρόπως ἐμηχανᾶτο. πολλὰ δὲ καμοῦσα καὶ ὅλως ψαῦσαι τούτων μὴ δυνηθεῖσα παρεμυθεῖτο τὴν ἑαυτῆς ἀτυχίαν καὶ ἔλεγεν · “ὄμφακες εἰσιν ἔτι καὶ ἄμαχοι τοῖς ὀδοῦσι”. ὅτι ἐν τοῖς ἀδυνάτοις τινὲς αἰδούμενοι ἑτέρας κενὰς προφασίζονται ἀφορμάς. ποτὲ κατεῖδε τοὺς βότρυας ἀλώπηξ πεπείρους πάνυ τὰς ῥωγὰς δεικνυμένους καὶ ἐπειρᾶτο τούτους λαβεῖν εἰς βρῶσιν · ἥτις εἰς τοῦτο πολλὰ μηχανωμένη οὐκ ἠδυνήθη τὴν ὄρεξιν πληρῶσαι. μετὰ δὲ ταῦτα μειδιάσασα αὕτη εὐθὺς τὸ πένθος εἰς χαρὰν μεταβάλλει, ἀναβοῶσα · “ὄμφακές εἰσι ταῦτα”. ὅτι πολλοὶ τῶν ἀνθρώπων ἀποτυχόντες τῶν πραγμάτων σπουδάζουσι διὰ τοῦ ψεύδους συγκαλύψαι τὴν ἧτταν. ἀλώπηξ ἐν κρεβαττινᾷ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν μέν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών · “οὐδὲν τρώγεις”. ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη · “ὄμφακές εἰσιν”. ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει. 33συκέα παρ’ὁδὸν ἦν. ἀλώπηξ δὲ θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος · βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαθε ῥαγεῖσα. τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι · θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται. 34ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ’οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’αὐτοῦ, ἀλλ’οὐ δὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη · “ἀλλ’ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες”. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’ἔργων δὲ φαῦλα δρῶντας. ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύβην. ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων · “δι’ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις”. ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν · “ὦ οὗτος, ἀλλ’ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες”. ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ἔργων δὲ φαῦλα ποιοῦντας. ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύβην, εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη · “ὦ οὗτος, ἀλλ’ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες”. ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις. ἔφευγεν ἀλώπηξ, κυνηγὸς δὲ ἐπεδιωκεν. ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. ὁ δὲ συνέθετο · ἡ δὲ ἐκρύβη. ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. ὁ δὲ · “οὐκ εἶδον”, εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. ὁ δὲ τῷ λόγῳ πιστεύσας, τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. ἡ δὲ ἀλώπηξ γελῶσα ἐξῆλθεν. εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος · “ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε”. ἡ δὲ εἶπεν · “ἠκροασάμην πάντα · ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας”. ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις. ἀλώπηξ κυνηγοὺς φεύγουσα εἰς δρυμῶνα κατήντησε. δρυτόμον δὲ ἰδοῦσα παρεκάλει τοῦτον ὁρκίζουσα μὴ προδώσειν τοῖς κυνηγοῖς. ὁ δὲ συνέθετο τοῦτο ποιῆσαι. τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον. ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην · “ἄπελθε τὸ ζῆν παρ’ἐμοῦ ἔχουσα”. ἡ δ’ἀλώπηξ ἔφη · “οὐκ ἔχω σοι χάριν · τῷ μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας”. 35ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη · “ἀλλὰ κα- κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος”. οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαβοῦσα ἔφη · “ὦ οὗτος, ἀλλὰ κα- κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος”. ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα. ἀλώπηξ καὶ κροκόδειλος ἠμφισβήτουν περὶ εὐγενείας · πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαβοῦσα · “ὦ τᾶν, εἶπεν, ἀλλὰ κα- κἂν μὴ σὺ λέγῃς, ἀλλ’ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος”. ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται. 36ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαβομένη, προσεποιεῖτο καταφιλεῖν. ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ, “τιθηνοῦμαι αὐτό,” ἔφη, “καὶ προσπαίζω”. καὶ ὁ κύων ἔφη · “καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω”. πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος. 37ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ’ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη · “καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι”. ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ εἶπε · “καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω”. ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους. στικτή ποτε πάρδαλις ἐκαυχᾶτο φορεῖν ἁπάντων ζῴων ποικιλωτέραν δέρριν. πρὸς ἣν ἀλώπηξ εἶπεν · “ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω”. ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ. 38ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμβάνειν. τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένουτε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη · “ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις”; οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον. ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε · καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάβῃ. τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη · “ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζῴων βασιλεύεις”; ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’αὐτῶν ἐχειροτονήθη. ἀλώπηξ δ’αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαβοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ · τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. ἡ δὲ πρὸς αὐτὸν · “ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων, τῶν ἀλόγων βασιλεύσεις”; ὁ μῦθος δηλοῖ ὅτι οἱ πράξεσί τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι. 39ἀλώπηξ καὶ πίθηκος ἐν τα- ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. πολλὰ δὲ ἑκατέρου διεξιόντος, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποβλέψας ἀνεστέναξεν ὁ πίθηκος. τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν · “ἀλλ’οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων”; κα- κἀκείνη πρὸς αὐτὸν ἔφη · “ἀλλὰ ψεύδου ὅσα βούλει · οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε”. οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν. 40ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ὑπ’ἀνάγκης ἔμεινε. τράγος δὲ δίψει συνεχόμενος ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ · θεασάμενος δὲ αὐτὴν ἐπυνθάνετο εἰ καλόν ἐστι τὸ ὕδωρ · ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη εἰς ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ, καὶ καταβαίνειν αὐτὸν παρῄνει. ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σβέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε · “χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω”. τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ · “ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον ἂν κατεβεβήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω”. οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’οὕτως αὐτοῖς ἐγχειρεῖν. ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ · ἡ δὲ τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη, καὶ καταβῆναι αὐτὸν παρῄνει. ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον · καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν · “εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω”. τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη, καὶ ἀπ’ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν · “ὦ οὗτος, ἀλλ’εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ ἂν κατεβεβήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω”. οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἰθ’οὕτως αὐτοῖς ἐπιχειρεῖν. ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμεινε, πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο παρὰ τὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος παρέτεινε λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ καὶ καταβῆναι αὐτὸν παρῄνει. ἐπεὶ δὲ καθαλλόμενος διὰ τὸ μόνην ὁρᾶν τὴν ἐπιθυμίαν καθῆκεν αὑτὸν ἐπὶ τὸ φρέαρ εὐθὺς καὶ ἤρξατο ἀποδύρεσθαι μετὰ τῆς ἀλώπεκος τὸ πῶς ἀναβῶσι. σκοπουμένη οὖν ἡ ἀλώπηξ ἔφη αὐτῷ · “ἐπινενόηκά τι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε”. ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέβη καὶ ἀπ’ἐκείνου ἐπὶ τὰ κέρατα. καὶ οὕτως ἐξέβη τοῦ φρέατος. ἀλώπηξ πεσοῦσα εἰς φρέαρ βαθὺ ἔμενε πρὸς τὴν ἀνάβασιν ἀμηχανοῦσα. τράγος δὲ δίψει συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. ἡ δὲ τὴν δυστυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη καὶ διειδὲς πάνυ, καταβῆναίτε παρῄνει. τοῦ δὲ ἀμεταμελήτως καθαλομένου διὰ τὸ εἰς μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ τὸ τὴν δίψαν σβέσαι, ἅμα τῷ κορεσθῆναι τοῦ ὕδατος σκοπουμένου τὴν ἄνοδον, χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. ὁ δὲ τράγος ἔφη · “πῶς”; ἡ ἀλώπηξ εἶπε · “τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσέρεισον καὶ στῆθι ὀρθός, ἔγκλινον δὲ καὶ τὰ κέρατα. ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν, εὐθέως καὶ παραχρῆμα καὶ σὲ ἀνελκύσω ἔξω”. τοῦ δὲ πρὸς ταῦτα ἑτοίμως τὴν παραίνεσιν ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέβη, καὶ ἀπ’ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, καὶ γενναίως ἐκτιναχθεῖσα, ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης, ὁ τράγος μυκτηρίζων αὐτὴν καὶ ὀνειδίζων, ὡς τὰς ὁμολογίας καὶ ὑποσχέσεις παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν · “ὦ οὗτος, ἀλλ’εἰ τοσαύτας φρένας εἶχες ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον ἂν κατεβεβήκεις πρὶν τὴν ἄνοδον διεσκέψω”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’οὕτως αὐτοῖς ἐγχειρεῖν. ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέβησαν · μετὰ δὲ τὸ πιεῖν, τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον, ἡ ἀλώπηξ ἔφη · “θάρσει, χρήσιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς το- τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν”. τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο, ὡς παραβαίνουσαν τὰς συνθήκας. ἡ δ’· “ἀλλ’εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέβης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’οὕτως αὐτοῖς ἐγχειρεῖν. τράγος ἐν θέρει σφοδρῶς διψήσας κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. πιὼν δὲ καὶ χορτασθεὶς οὐκ ἠδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη · “ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω”. ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις. τράγος δὲ πάλαι διψήσας ἐν τῷ θέρει κάτω κατῆλθε πιεῖν εἰς φρέαρ ὕδωρ. ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει, ὃς μετενόει καὶ βοηθὸν ἐζήτει, ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος. ἡ δὲ ἀλώπηξ τοῦτον ἐκβλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει · “ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις”. οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’οὕτως αὐτοῖς ἐπιχειρεῖν. 41ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι’αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. τούτων δέ τις ὑποτυχοῦσα ἔφη · “ὦ αὕτη, ἀλλ’εἰ μή σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας”. οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι’εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον. ἀλώπηξ ἐν παγίδι ληφθεῖσα καί ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα, ἀβίωτον ὑπ’αἰσχύνης ἡγεῖτο τὸν βίον. ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. ὑπολαβοῦσα δέ τις αὐτῶν εἶπεν · “ὦ αὕτη, ἀλλ’εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεβούλευες”. ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμβουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον. 42ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ’οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη. ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει. ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλὰ οὐκ ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσελθοῦσα αὐτῷ διαλεχθῆναι. ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει. ἀλώπηξ μήπω θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε, τὸ μὲν πρῶτον οὕτως ἐφοβήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἔπειτα τὸ δεύτερον θεασαμένη, ἐφοβήθη μέν, οὐ μὴν ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι. ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων εὐπρόσιτα ποιεῖ. 43ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν · “οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει”. πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη, εὗρε κεφαλὴν μορμολυκείου εὐφυῶς κατεστευασμένην. ἀναλαβοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη · “ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει”. ὁ λόγος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τὸ σῶμα, ἀλογίστους δὲ τὴν ψυχήν. ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη · “ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει”. ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους. 44ἄνδρες δύο ἐμάχοντο τίνες τῶν θεῶν μείζους, Θησεὺς ἢ Ἡρακλῆς. οἱ δὲ θεοὶ ὀργισθέντες αὐτοῖς ἑκάτερος τὴν ἑτέρου χώραν ἠμύνατο. ὅτι τῶν ὑπεξουσίων ἡ ἔρις τοὺς δεσπότας πείθει ὀργίλους εἶναι κατὰ τῶν ὑπηκόων. 45ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο · γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ’αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν · ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι. ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος. γενομένου δὲ αὐτοῦ κατὰ τὸν ποταμὸν τὸν Νεῖλον, λέοντα ἰδὼν καὶ φοβηθεὶς ἀνέβη εἰς δένδρον. εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου, καὶ πάλιν τοῦτον φοβηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμὸν. ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. ὁ μῦθοι δηλοῖ ὅτι τοὺς φονεῖς τῶν ἀνθρώπων οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τόπος φυλάττει. ἄνθρωπός τις φόνον ποιήσας καὶ διωκόμενος ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος κατὰ τὸν Νεῖλον ποταμὸν ἐγένετο καὶ λέοντα εὑρὼν ἀνέβη εἰς δένδρον φοβηθείς, κα- κἀκεῖσε ἰδὼν δράκοντα καὶ ἡμιθνὴς γενόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. ἐν δὲ τῷ ποταμῷ κροκόδειλος τοῦτον κατεθοινήσατο. ὁ λόγος πρὸς τοὺς τῶν ἀνθρώπων φονεῖς ὡς οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τις τόπος φυλάσσει αὐτούς. 46ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης, “καὶ πόθεν αὐτὰ ἀποδώσεις,” ἔφη · “νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν”; ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν. ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων · “ὦ θεοὶ λαμπροίτε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν”. τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης · “πόθεν σοι ταῦτα, ἐὰν συμβῇ ὑγιᾶναί σε”; πρὸς αὐτὴν ἐκεῖνος ἔφη · “καὶ νομίζεις ἂν ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν”; ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν. ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει. τῆς δὲ γυναικὸς πυνθανομένης · “πόθεν ταῦτα ἕξομεν ἡμεῖς”; ἐκεῖνος ἔφη · “καὶ δοκεῖς ἂν ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι”; ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελοῦσι δὲ οὐδὲν ἔργῳ. ἀνὴρ πένης νοσῶν κακῶς διακείμενος, ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγείαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης · “καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς”; ἐκεῖνος ἔφη · “οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν”; ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν. 47ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν · “ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον · ἐμοῦ δὲ οὐ γεύσεσθε”. ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν. 48ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν · δι’ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφ’ἑνὸς δηχθῆναι τοῦτον. ὁ δὲ ὑφ’ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων εἶπεν · “εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων”; ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας. 49ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται · ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. τῆς δὲ εἰπούσης, “οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,” ἔφη πρὸς αὐτήν · “ἀλλ’ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες”; οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται. ἔχων τις γυναῖκα πρὸς τοὺς κατ’οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν, ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας οὕτω διάκειται. διὸ δὴ καὶ μετ’εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. μετὰ δ’ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς, ἐπυνθάνετο πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, πρὸς αὐτὴν ἔφη · “ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριβες τὴν ἡμέραν”; ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κα- κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται. 50ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν · “ἀλλ’ὦ οὗτος, πέπαυσο · ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον”. ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι. ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε, βουλόμενος τὸν θεὸν ἐκπειρᾶσαι. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν · “τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν”; βουλόμενος ὅτι, ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι · εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην, εἶπεν · “ὡς θέλεις ποίησον, ὦ οὗτος · ἐν σοὶ γὰρ ἐστι τὸ πρᾶξαι · θέλεις νεκρόν, θέλεις ζῶν, ἀπόδειξον τοῦτο”. ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστιν. ἀνὴρ κακοπράγμων εἰς τὸν ἐν Δελφοῖς ἧκεν Ἀπόλλωνα, πειρᾶσαι τοῦτον βουλόμενος. καὶ δὴ λαβὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστητε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων · “Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν”; βουλόμενος ὡς, εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον · εἰ δ’ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν, εἶπεν. “ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον · παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι ἤτοι ζῶν ὃ κατέχεις ἢ νεκρὸν ὑποδεῖξαι”. ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον. 51ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι · καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν · “ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων · αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα”. ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι’ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι. ἄνθρωπός τις ἀποδημήσας ἧκε πάλιν εἰς τὴν ἰδίαν χώραν. φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους · ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδῆσαι, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. τῶ δὲ παρόντων τις ὑπολαβὼν ἔφη αὐτῷ · “ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, ἰδοῦ Ῥόδος, καὶ ἀποπήδησον”. ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ πεῖρα τοῦ πράγματος, πᾶς λόγος ἀργός ἐστι. ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλατε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κα- κἂν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’αὐτοῦ δυνατὸς ἄν εἴη πηδῆσαι. πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. τῶν δὲ παρόντων τις ὑπολαβών ἔφη · “ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ’ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων · ἰδοῦ Ῥόδος, ἰδοῦ καὶ πήδημα”. ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστι. 52ἀνὴρ μεσοπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα ὑπῆρχεν, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. οὕτωτε συνέβη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι. οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι. ἀνήρ τις μέσην ἔχων ἥβην δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως ἂν αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων. ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει · ἡ γὰρ γυνὴ θαλάσσῃ ὁμοιοῦται, ποτὲ μὲν γαληνιῶσα καὶ προσμειδιῶσα, ποτὲ δὲ ἀποπνίγουσα. ἀνήρ τις μεσῆλιξ δύο ἔσχεν ἑταίρας. ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν. ἔτιλλεν οὖν ἡ μὲν γραῦς τὸ μελάγχρουν τῶν τριχῶν ἐκείνου τῆς κεφαλῆς καὶ τοῦ πώγωνος · ἡ τρυφερὰ δὲ πάλιν ἐθέριζε τὰς λευκάς. οὕτω τοίνυν ποιοῦσαι ἀμφότεραι φαλακρὸν τὸν τρισάθλιον καὶ βρεφύλλιον ἀπειργάσαντο, οἷος δὴ καὶ ἦν ταῖς φρεσίν. ὅτι ὀλέθριον τὸ γυναιξὶ δουλοῦν ἑαυτόν. ἦν τις ἀμέριμνος καὶ τρυφαῖς σχολάζων. οὐκ ἦν πρεσβύτης, ἀλλ’οὐ δὲ νέος πάλιν, λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχας ὁμοῦ μιγείσας. ὡς δὲ ἀνὴρ μεσῆλιξ ἐτύγχανεν, ἤρατο θηλεῖων δύο, μιᾶς μὲν πρέσβεως, ἑτέρας δὲ νέας. ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι. ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν, ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας, ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις. οὕτως ἀνόητός ἐστιν ὁ ἀνὴρ ὁ γυναιξὶν ἑαυτὸν ἐκδοῦναι θέλων. ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσβυς, ἀλλ’οὐ δὲ παλινέος · λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων. δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου, τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν. ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας, αὐτὸν θέλοντα γερώει ὅλως εἶναι, μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει. τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη, ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι, ἕως φαλακρῶν ἐποίησαν οἱ δύο, γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων. ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας · τὸ γὰρ γυναικῖον γένος θαλασσιωνιοῦνται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα, ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει. 53ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ’ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν · “σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ”. ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν. ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισῴζεσθαι. τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν καὶ οὕτω τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι. 54ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς αὐτοῦ χεῖρας ζῷον ἐφαπτόμενος λέγειν ὁποῖόν τί ἐστι. καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν · “οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα · τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι”. οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται. 55ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατὸν βόας τελέσειν, εἰ περισώσειαν αὐτόν. οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κα- κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών · “ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες”. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν · ἐκεῖ γὰρ αὐτὸν εὑρήσειν ἀττικὰς χιλίας. καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη, καὶ ὑπ’αὐτῶν πωλούμενος εὗρε δράχμας χιλίας. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον. ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι “ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν”. οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν. ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών · “ὦ δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα”. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον · “ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν”. ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ’αὐτῶν. ὁ δὲ παρεκάλει αὐτοὺς λέγων · “ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα”. ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον. ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. ὁ δ’ἀναστάς, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας, ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον · “ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον · ἐκεῖ δὲ ἀττικὰς χιλίας εὑρήσεις”. ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν. ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ’αὐτῶν συνελήφθη. ἁλοὺς δὲ ἤδη ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο, χιλία χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. ὡς δ’οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ’αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν. ὁ μῦθος δηλοῖ ὅτι τοῖς ψευδέσι τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον. 56ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη · “ἀλλ’ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον · ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασβολώσεις”. ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. καὶ ὁ γναφεὺς ὑπολαβὼν ἔφη · “ἀλλ’ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι”. τοῦ δὲ πυνθανομένου δι’ἣν αἰτίαν, ἔφη · “φοβοῦμαι μήπως ἃ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς”. ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον. ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. ὁ δὲ κναφεὺς ὑπολαβὼν ἔφη · “ἀλλ’οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι · δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσβόλης πληροῖς”. ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον. 57λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν · “ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος” · τὸν δὲ Δία εἰπεῖν · “ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς · λόγον γὰρ ἔχεις λαβών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος”. καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο. ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων, ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα. 58ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει · ἦν δὲ καιρὸς τοῦ ἀμήτου. ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας. ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι · ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις. ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν · ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόντε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος. ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι · ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάβη τοῖς δυσοργίστοις ἐγγίνεται. 59ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ. ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις. ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν. καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ἔφη · “ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον”. ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη · “ἐφ’ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν · εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων”. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου, ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις. ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη ἀνθρώπου ὃς λέοντα πατῶν εἱστήκει. ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει · “εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση πέλει”. ἔφη δ’ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε · “εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, † πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους †”. ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. λέων σὺν ἀνθρώπῳ ὥδευον ὁμοῦ ἐν ὁδῷ. ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει · “δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα”. ὁ δὲ λέων · “δυνατώτερον ζῷον ὁ λέων”. καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων. ὁ δὲ λέων ἔφη · “εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους ἂν εἶδες ὑποκάτω λέοντων”. ὅτι εἰσί τινες οἳ ἐν οἷς οὐ δύνανται καυχῶνται μη δὲ δυναμένους. ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη · “ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες”. κα- κἀκεῖνος εἶπεν ὑπομειδιάσας · “εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος”. ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει. 60ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι’ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. κα- κἀκεῖνος ἔφη πρὸς αὐτόν · “ἀλλ’ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς”. ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. ἀνήρ τις πρὸς σάτυρον φιλίαν ποιήσασθαι λέγεται. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας προσφέρων τῷ στόματι ἐπέπνει θερμαίνων. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι’ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τοῦ κρύους. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ ὄντος σφόδρα, πάλιν ὁ αὐτὸς αἰρόμενος τὰς χεῖρας ἐν τῷ στόματι κατὰ μικρὸν προσφέρων ἐφύσα. λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος · “τί τοῦτο ποιεῖς”; λέγει αὐτῷ · “καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν”. κα- κἀκεῖνος ἔφη πρὸς αὐτόν · “ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς · ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν”. τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. ἄνθρωπός τις καὶ σάτυρος φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. χειμῶνος δὲ καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος · “δι’ἣν αἰτίαν πράττεις τοῦτο, φίλε”; ἔφη · “τὰς χεῖρας θερμαίνω ἐκ τοῦ κρύους”. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα, ἐφύσα τοῦτο. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου · “δι’ἣν αἰτίαν τοῦτο πάλιν πράττεις”; ἔφη · “τὸ ἔδεσμα καταψύχω”. ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη · “ἀλλ’ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. τοῦ δὲ σατύρου ἐπερωτήσαντος δι’ἣν αἰτίαν τοῦτο πράττει, ἔφη · “τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους”. μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου δι’ἣν αἰτίαν τοῦτο πράττει, ἔφη · “τὸ ἔδεσμα καταψύχω”. ὑπολαβὼν δὲ ὁ σάτυρος · “ἀλλ’ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις”. ὁ μῦθος δηλοῖ ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις. χειμὼν ἄνθρωπόν τινα ἐν ὄρει κατέλαβεν. ὁ δὲ καπνὸν ἐν τῇ ἄκρᾳ τοῦ ὄρους ἐκ πέτρας τινὸς ἀνιόντα ἰδὼν ἔνθα σάτυρος, οὓς λέγουσι παίκτας, κατῴκει, ἀνῆλθεν · αὐτὸς δὲ τὸν ξένον οἰκτείρας ἔσω εἰσήγαγεν. ὁ δὲ πολλὰ ῥιγῶν τῇ πνοῇ τοῦ στόματος τὰς χεῖρας ἐθέρμαινε. κα- κἀκεῖνος αὐτῷ θερμὰ μὲν φαγεῖν δέδωκε καὶ θερμὰ πιεῖν καὶ πυρὶ κατέθαλπεν. ὡς δὲ ἵδρωσε, τῇ πνοῇ πάλιν τὰς χεῖρας κατέψυχεν. ὁ δὲ σάτυρος τοῦτον ἐξῆγεν “κακοῦ, λέγων, ξένου χρείαν οὐκ ἔχω, ὃς ποτὲ μὲν θερμόν, ποτὲ δὲ ψυχρὸν ἐκ τοῦ στόματος ἀσθμαίνει”. ὅτι διγνώμους ἄνδρας τοὺς ποτὲ μὲν ἐπαινοῦντας, ποτὲ δὲ ψέγοντας ὁ μῦθος διαβάλλει. 61ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων καθικέτευεν τοῦ ἀγαθοποιῆσαι. ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων, μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ. καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας. τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης, ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα · “στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων · τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω”. ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ. ἄνθρωπός τις ξύλινον ἔχων θεὸν καθικέτευε τοῦ ἀγαθοποιῆσαι αὐτόν. ὡς οὖν ταῦτα ἔπραττε, καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἄρας αὐτὸν τῶν σκελῶν, ἔρριψεν εἰς τὸ ἔδαφος. προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης, χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὄνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐβόα · “στρεβλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων · τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείβῃ”. ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφέλήσῃ. ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. ὡς οὖν ταῦτ’ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα · “στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων · τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με · τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω”. ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ. ἄνθρωπος ξύλινον θεὸν ἔχων καθικέτευεν ἀγαθοποιῆσαι αὐτόν. ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις. θλασθείσης δὲ αὐτῆς, παραύτικα ἔρρευσεν ἐξ αὐτῆς πολὺς χρύσος, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα · “στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ κακογνώμων · τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με · τυπτήσαντα δὲ καὶ συνθλάσαντα πολλοῖς καλοῖς ἀμείβῃ”. ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφεληθήσῃ τιμῶν πονηρόν ἄνθρωπον, ἀτιμάζων δὲ αὐτὸν καὶ τύπτων μᾶλλον ὠφεληθήσῃ. ξύλινόν τις εἶχε θεόν. τούτῳ καθ’ἑκάστην ἔθυε καὶ ηὔχετο ἀγαθοποιῆσαι αὐτόν. ὡς δὲ χρόνῳ πολλῷ τοῦτο ποιῶν μᾶλλον ἐπένετο, θυμωθεὶς καὶ τοῦ σκέλους ἄρας χαμαὶ ἀπέκρουσεν. χρυσὸς δέ, τῆς κεφαλῆς κλασθείσης, ἔρρευσεν, ὃν συναγαγὼν ὁ ἄνθρωπος εἶπεν · “στρεβλός τις εἶ καὶ ἀγνώμων, ὅς με θύοντα καὶ προσκυνοῦντά σε οὐδὲν ὠφέλεις, ὑβρίσαντα δέ σε ἀγαθοῖς πολλοῖς ἠμείψω”. ὅτι οὐδὲν πλέον ὠφελήσῃ πονηρὸν ἄνδρα τιμῶν, ἀτιμάζων δὲ μᾶλλον ὠφεληθήσῃ. 62δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν · “οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν · ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω · μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ · ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν · ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. ὢ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης · ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων · ὢ χάρις δαίμονος ἄχαρις γενομένη. τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κα- κἀγὼ πόρρω ἔσομαι θεατής”. ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ. 63ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων · φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι. ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει · “εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας”. ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει · πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν · “εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας”. οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προβαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν · πρὸς ἣν ἀλώπηξ εἶπε · “εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας”. 64ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε · λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν · “εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης”. οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κα- κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται. 65ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν · “ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς”; τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μη δὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι. 66βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα · τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ’αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ’οὗ συλλαμβανόμενοι κατησθίοντο. ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους. πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι’ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι. καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιβάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαβεῖν. ὁ δὲ βδελυχθεὶς αὐτοὺς ὕδρον ἔδωκε διαφθείροντα τοὺς βατράχους. ὅτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον. οἱ βάτραχοι δέ ποτε πολεμούμενοι ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν. ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι. χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη, κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν. μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ. ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις. 67δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος τα- θατέρῳ μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδέυμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τρέπεσθαι. δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων καὶ ἐνέμοντο ὁ μὲν εἰς βαθείᾳ λίμνῃ καὶ τῆς ὁδοῦ πόρρω, ὁ δὲ ἕτερος μικρὸν ἔχων ὕδωρ καὶ πλησίον ὁδοῦ. ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταβῆναι πρὸς αὐτόν, ἵνα μετ’αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμβάνῃ. ὁ δὲ οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας ἕως ἄν συνέβη ἅμαξαν παριοῦσαν συνθλᾶσαι αὐτόν. οὕτως καὶ οἱ ἐν τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι. 68βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελητὶ ἅλλεσθαι. ὁ δὲ ἕτερος ἔλεγεν · “ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι”; ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν. βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ · “συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε”. ὑπολαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν · “ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν”; ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι. βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος τα- θατέρῳ φησί · “συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ”. ὁ δὲ ὑπολαβὼν εἶπεν · “ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα”; ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν. βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ᾗ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εἷς συνεβούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω. ὁ δὲ ἕτερος εἶπεν · “εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι”; ὁ μῦθος δηλοῖ ἄνευ συμβουλῆς μὴ ποιεῖν τι. 69ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναβοήσαντος · “ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,” ἀλώπηξ ἀκούσασα ἔφη · “πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων”; ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται; ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεβόησε πᾶσι τοῖς ζῴοις λέγων · “ἰατρός εἰμι φαρμάκων ἐπιστήμων”. “καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις”; ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει; ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις · “ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐ δὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις”; ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται; ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις · “ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρός Παιών. – καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω”; ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει. 70βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν · “ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας”; οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν. ἐν πόλει μεγίστην ταῦροι ἅμαξαν εἷλκον · ἡ δὲ ἔτριζεν ἰσχυρῶς. θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ · “ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων”; ὅτι τινὲς ἐπ’ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς. ταῦροι δύο ἅμαξαν ἕλκοντες ἐπὶ πόλιν τινὰ φόρτον ἔφερον. τῆς οὖν ἁμάξης τρυζούσης ἀεὶ φερομένης, θυμωθεὶς ὁ τὰς βοῦς ἐλαύνων ἔφη · “ὦ κακὸν κτῆμα, τί κράζεις, τῶν βίᾳ σε ἑλκόντων βοῶν σιωπώντων”; ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει. ἡ δ’ἐπεβόα, κράζουσα δὴ μεγάλως. ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει · “ὦ θρασύτατον κτῆμα κακῶν πραγμάτων, ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ τῶν καθελκόντων σε βοῶν σιωπώντων”; ὅτι τινὲς ἐπ’ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπ’αὐτοῖς. 71ἐνέμοντο μετ’ἀλλήλων τρεῖς ἀεὶ βόες. λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο · ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ’ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο. ὅτι, εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει. ἐνέμοντο τρεῖς μετ’ἀλλήλων βόες. λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν ὁμόνοιαν ἐδειλία · αἰμύλοις δὲ λόγοις τούτους διαχωρίσας μεμονωμένους τούτων ἕνα καθ’ἕνα εὑρὼν ἀδεῶς ἤσθιεν. τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες. λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας δι’ὁμόνοιαν οὐκ ἴσχυσεν οὐ δ’ὅλως. τοῦ δὲ ὑπούλοις διαβάλλοντος λόγοις, ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων, καὶ τότ’ἕκαστον εὑρὼν μεμονωμένον κατεσπάραξεν οἷς τρόποις ἠβουλήθη. ὅτι ὁ θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω, πιστευέτω δὲ τοῖς φίλοις. 72βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην. τῆς δ’ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. αὐτὸς δ’ἐπιστὰς εἶπε · “τῶν τρόχων ἅπτου καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’εὔχου, ὅταν τι ποιῇς κα- καὐτὸς, ἢ μάτην εὔξῃ”. 73Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον. ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἀποδύσῃ. καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν · τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν ὁ Βορέας τῷ Ἡλίῳ αὐτὸν παρέδωκε. κα- κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε · τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει. ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι. Βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. Βορρᾶς δὲ πρῶτος βίᾳ τὸ ἱμάτιον φυσῶν ἤλπιζε συλήσειν. ὁ δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔβαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. ὁ δὲ Ἥλιος τὸ μὲν πρῶτον χλιάνας αὐτὸν τοῦ ψύχους, ἔπειτα τὴν φλόγα προσαγαγὼν ἔπεισεν ἱδρώσαντα τὸ ἱμάτιον ἀποδύσασθαι · οὗτως οὖν ἡττήθη ὁ Βορρᾶς. ὅτι πραοτέρως ἐπιχειρῶν τινι πράγματι μᾶλλον ἀνύσεις πείθων ἢ βιαζόμενος. ἐν χειμῶνι Βορρᾶς πρὸς τὸν Ἥλιον ἰσχύος ἕνεκα ἔριν ἐποιεῖτο. καὶ σῆμα ὂν τῆς ἰσχύος τινὸς ὁδοιποροῦντος τὴν τοῦ ἱματίου ἀφαίρεσιν ἐποιήσαντο. Βορρᾶς μὲν οὖν πρῶτος ἐναντίον τοῦ ἀνέμου μέγα φυσῶν ἐπειρᾶτο ἐκ τοῦ ἀνθρώπου βίᾳ τὸ ἱμάτιον ἀπορρίψας γυμνὸν ἐκεῖνον καταλιπεῖν. ὁ δὲ ὑπὸ τοῦ κρύους πανταχόθεν περισυνάγων αὐτὸ καὶ ἰσχυρῶς περιστέλλων ἔκρυψεν, εἰσελθὼν ἔν τινι πέτρας ὀπῇ, τὴν ἑαυτοῦ κεφαλήν, τὴν τοῦ ἀνέμου φεύγων σφοδρότητα · τὸ δὲ λοιπὸν σῶμα ἔξω ἀφείς, ἐκκρύψαι αὐτὸ οὐκ ἠδύνατο. οὕτω δὲ κείμενον ὁ Ἥλιος πρῶτον ὑπὸ τοῦ ψύχους νεκρωθέντα ἀπέθαλπε · ἔπειτα κατὰ μικρὸν τοῦτον περιθερμάνας ἱδρῶσαι πεποίηκε · οὗ γεγονότος, τὸ ἱμάτιον ἀπεκδυσάμενος νικήτην τὸν Ἥλιον ἔδειξεν. Βορρᾶς κα- κἤλιος ἤριζον πρὸς ἀλλήλους ὅστις ἐξ αὐτῶν τινα τῶν ὀδευόντων πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον. τοῦ δὲ Βορρᾶ πνέοντος ἰσχυρωτάτως, ἄνθρωποι μᾶλλον ψυχρωθέντες εὐθέως μᾶλλον ἠμφίεννυντο περιβολαίοις. ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας. τότε ὁ Βορρᾶς αἰσχυνθεὶς ἀπεστράφη. ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι. 74βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε · “Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω”. οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, “ἐὰν τὸν κλέπτην τὸν λαβόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω”. καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν · “ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω. οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριβεν ἐρευνῶν. ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαβόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. ἔμφοβος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν · ” ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἒν τὸν κλέπτην εὕρω · νῦν δὲ ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω “. ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. βοηλάτης ταῦρον ἀπώλεσεν · ηὔξατο δὲ τῷ θεῷ, εἰ τὸν κλέπτην εὕροι, ταῦρον ἐπιθύσειν. εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον · εἶπεν δὲ τῷ θεῷ ὅτι” καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω “. ὅτι ἀβούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμβαίνουσαν λύπην. βουθρέμμων τις ἐν ὄρει ταῦρον ἀπώλεσεν. ταῦρον οὖν ἐπιθύσειν ηὔχετο τῷ θεῷ, εἰ τῷ κλέπτῃ ἐντύχοι. ἐξαίφνης οὖν εὗρε τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον. στενάξας οὖν ἔφη · ” βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν “. ὅτι ἀβούλως οὐ δὲ εὐχὴν ποιεῖσθαι χρή · ἄδηλον γὰρ τὸ συμβησόμενον. βουκόλος ταῦρον ἀπολέσας ηὔξατο τῷ Ἑρμῇ, εἰ τὸν κλέψαντα εὕροι, ἕτερον ταῦρον αὐτῷ θύσειν. αἴφνης δὲ ἰδὼν λέοντα τοῦτον ἐσθίοντα εἶπεν · ” καὶ ἕτερόν σοι, ὦ Ἑρμῆ, βοῦν θύσω, εἰ τὸν κλέπτην ἐκφυγεῖν δυνηθείην “. 75βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ’αὐτῆς τὴν αἰτίαν δι’ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει · ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ’ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν · ” ἀλλ’οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι “. ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν. βούταλις ἀπό τινος θυρίδος ἐκρέματο. νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν δι’ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης · ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ τοῦτο ἀπ’ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν · ” ἀλλ’οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι “. ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια. 76γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. καὶ ἡ θεὸς ἀγανακτήσασα κατ’αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κα- κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται. γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποιήσατο αὐτὴν εἰς κόρην εὐειδῆ. ἐρασθεὶς οὖν ὁ νεανίσκος τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ. καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἀναστᾶσα ἀπὸ τῆς κοίτης, τὸν μῦν κατεδίωκε, καταφαγεῖν ἐθέλουσα. ἀγανακτήσασα δὲ ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀποκατέστησεν. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κα- κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσι. γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ ἐρασθῆναι αὐτῆς καὶ τὸν ἄνδρα ἐκεῖνον · ὃ δὴ καὶ ἔπραξεν ἡ θεά. ἔτι δὲ τοῦ γάμου ὄντος, μῦς διέδραμεν ἐν τῷ μέσῳ. ἡ δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν. ὅτι, κα- κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ κρύπτηται, ἡ φύσις τοῦτον διὰ τῶν ἐργων ἐξελέγχει. γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ τὸν ἐρώμενον καὶ ἄκοντα ταύτης ἐπιθυμῆσαι. καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ. τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμβλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη. ὅτι, κα- κἂν πρὸς βραχύ τις ἐν ὑποχρίσει μορφῶται καὶ ἀμείβῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν. γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει τοῦ μεταβαλεῖν εἰς γυναικείαν θέσιν, ὅπως κάλλους τύχοι τοῦτε ἐρωμένου. καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεβλήθη γε εἰς γυναικεῖον σχῆμα. ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη. καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος, μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης. τῆς δὲ εὐθέως τῆν νυμφικὴν ῥιψάσης, τὸν μῦν διώκει ὑποκάτω κραββάτου. ὅτι, κα- κἂν βραχύ τις ἐν ὑποχρίσει μορφῶται, ἡ φύσις αὐτοῦ δι’ἔρωτος ἐλέγχεται. 77γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας. γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον καὶ εὑροῦσα τὴν ῥίνην εἰς τὸ μέσον κειμένην, ταύτην κατεμασᾶτο καὶ ἀνέλειχε. ἐκτριβομένης δὲ τῆς γλώσσης αὐτῇ, ὥστε καὶ αἷμα φέρεσθαι, ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, καὶ ἐπέμενε λοιπόν, μέχρι παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. πρὸς τοὺς ἐν φιλονεικίαις αὑτοὺς μᾶλλον ἢ τοὺς πέλας καταναλίσκοντας. γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κειμένην περιέλειχε ῥίνην. ξυομένης δὲ τῆς γλώσσης, αἷμα πολὺ ἐφέρετο. ἡ δὲ ἥδετο, νομίζουσά τι τοῦ σιδήρου ἀφαιρεῖν, ἄχρις οὗ παντελῶς πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν. ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας. χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ. ἀναλείξασα δὲ ταύτην τῇ γλώσσῃ ἡδέως ἔλειχε. ἐξερχομένου δὲ ἐκ τῆς γλώττης αὐτῆς αἷματος, ἡδύνετο αὐτὴ καὶ οὐκ ᾐσθάνετο, ἕως οὗ ἐφθάρη ἡ γλῶσσα αὐτῆς. ὁ μῦθος δηλοῖ ὅτι καὶ θνῄσκοντες οἱ φιλόνεικοι οὐκ αἰσθάνονται. 78γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι’ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη · ” ἵνα τὸ φορτίον ἄρῃς “. ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, ἐν τῷ βίῳ κα- κἂν δυστυχῇ. γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε, καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου παριόντος καὶ πυνθανομένου τὴν αἰτίαν δι’ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη · ” ἵνα μου τὸν φόρτον ἄρῃς “. ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι. γέρων ποτὲ εἰς ὄρος ἀναβάς, ξύλα κόψας, ταῦτα ἔφερε πολλὴν ὁδὸν βαδίζων. κοπιάσας δὲ καὶ τὸ φορτίον ἀποθέμενος, οἰμώξας τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ παραυτίκα ἐπισταθέντος αὐτῷ καὶ πυνθανομένου δι’ἣν αἰτίαν ἐπεκαλέσατο αὐτόν, ἔφη ὁ γέρων · ” ἵνα τὸ φορτίον ἄρῃς “. ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κα- κἂν λίαν δυστυχῇ. γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας πολλὴν ἐβάδισεν ὁδόν. κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου δι’ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη · ” ἵνα τὸν φόρτον μοι ἄρῃς “. ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ λίαν, κα- κἂν καὶ μυρίους κινδύνους ὑποστῇ. γέρων ποτὲ ξυλὰ τεμὼν ἐξ ὄρους κα- κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετότε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου δι’ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη · ” ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι “. ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κα- κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται. 79γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ’ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. ὁ δὲ ἐξαναστὰς ἐδίωκε · τοῦτο δὲ ὁ ἀετὸς ἔρριψε. καὶ ἀναλαβόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιβήν. ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή · ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι. γεωργῷ τινι ἀετὸς ἐθηρεύθη καὶ γνωσθεὶς ἀπελύθη. ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε. μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν · οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταβολῇ ὁ ἀνήρ · μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας. ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ὁμοίως ἀντιποιεῖσθαι χρή. γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν. ὁ δὲ τοῦτον ἀμειβόμενος τῆς ἐλευθερίας, ἐπεὶ τοῦτον εἶδεν παρὰ σαθρὸν τοιχίον καθήμενον, κατελθὼν ἦρεν τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάρος. ὁ δὲ ἀναστὰς ἐδίωκε τὸν ἀετὸν ἐπὶ πολὺ τόπου διάστημα. ὁ δὲ ἀετὸς ὕπερ ἔλαβεν αὖθις ἔρριψεν · ὅπερ λαβὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν θαυμάσας τῆς ἀμοιβῆς ἀπεθαύμασε. 80γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν. ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους · ” ἀπιτέον ἡμῖν ἐνθένδε · ὁ δεσπότης γάρ, εἰ οὐ δὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται “; ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐ δὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. γεωργός τις, χειμῶνος ὄντος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, ἐπεὶ οὐκ ἐδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὰ πρόβατα αὐτοῦ κατέφαγεν. ἐπεὶ δὲ ὁ χειμὼν ἔτι ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγένετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους · ” παρέλθωμεν ἐντεῦθεν · ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται “; ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐ δὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόβατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους · ” πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν · ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν δὲ πῶς φείσεται “; ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐ δὲ τῶν οἰκείων ἀπέχονται. ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόβατα κατέφαγεν, εἶτα τὰς αἶγας. τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος, καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους · ” φεύγωμεν ἀλλ’ἡμεῖς γε ἐντεῦθεν · εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται “; ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐ δὲ τῶν οἰκείων ἀπέχονται. 81γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. ὁ δὲ εἶπεν · ” ἀλλ’οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον “. ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι. ὄφις γεωργοῦ παῖδα δακὼν ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. καὶ δὴ καταλαβὼν αὐτὸν θηρεύοντα στερρῶς καταφέρει τὸν πέλεκυν κατὰ τοῦ ὄφεως. ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν, τὴν οὐρὰν ἀπέτεμεν μόνην · ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. φοβηθεὶς οὖν ὁ γεωργὸς μήπως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαβὼν ἄλευρον καὶ μέλι, ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ · ” ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς · φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμβον ὁρῶν οὐκέτι εἰρηνεύσεις “. ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοίβην, ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω στερρῶς κατ’αὐτοῦ τὸ ξίφος καταφέρει. ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. ὃς φόβῳ ληφθείς, μὴ κα- καὐτὸν θανατώσῃ, λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὀ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων · ” ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει · ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου βλέπων καθ’ὥραν, οὐκέτι εἰρηνεύσεις “. ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. ὁ δὲ πατήρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτόν, ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβὼν ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν · ” οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμβον τοῦ σοῦ τέκνου “. ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθάνεται ἐφ’ὅσον βλέπει μνημόσυνον δι’οὗ ἐλυπήθη. ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ παῖδα νήπιον τύψας. πένθος δὲ μέγα τοῖς γονεῦσιν ἐγένετο. ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν. ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε. λογιζόμενος οὖν ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαβὼν δὲ ἄρτον καὶ ἅλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν. ὁ ὄφις δὲ λεπτὸν συρίσας εἶπεν · ” οὐκ ἔστιν ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ ταύτην τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τοῦ παιδὸς τάφον “. ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ποτὲ ἐπιλανθάνεται, ἐφ’ὅσον βλέπει μνημόσυνον δι’ὧν ἐλυπήθη. 82γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε · θνῄσκων δὲ ἔλεγε · ” δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας “. ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κα- κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. ὁδοιπόρος χειμῶνος ὁδεύων ὥρᾳ, ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο. ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει · ἐπειδὴ δὲ ἐθερμάνθη καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν “; ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιβὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται. ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαβὼν ἔβαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν. ἡ δὲ ἀπλωθεῖσα, τοῦ γεωργοῦ τῇ χειρὶ ταύτην ὁμαλίσαι βουληθέντος, δακοῦσα τοῦτον ἀπέκτεινεν. ὅτι ἀνδρὶ πονηρῷ μήτε καλῶς πράττοντι μήτε φαύλως χάριν παρασχοῦ · ἡ γὰρ πονηρὰ φύσις ἀντὶ ἀγαθῶν πονηρὰ ἀνταποδίδωσι · χρηστὸν γὰρ ἦθος οὐ τίκτει. 83ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτούς, ἔφη · ” τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων θησαυρὸς ἀπόκειται “. οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕναςτε καὶ δικέλλας λαβόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολλαπλασίαν τὴν φορὰν αὐτοῖς ἀπεδίδου. τοῦτο μὲν ἔγνωσαν ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς · ” τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι · πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα “. οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποβίωσιν τοῦ πατρὸς αὐτῶν λαβόντες δικέλλας ὕνναςτε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον · ἡ δὲ ἄμπελος καλῶς κατασκαφθεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα τὸν καρπὸν ἀπέδωκε καὶ πλοῦτον ἀνήνεγκεν. ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη · ” παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα “. οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν. ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. 84γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθ’ἡμέραν ὡς εὐεργετηθεὶς παρ’αὐτῆς. τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη · ” ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε; ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ τὴν φύσιν καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ “. διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθ’ἡμέραν καὶ κατεκόσμει ὡς ὑπ’αὐτῆς εὐεργετηθείς. ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη · ” ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι; ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ τὴν φύσιν καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ “. ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. καθ’ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ’αὐτῆς εὐεργετηθείς, ἔστεφε. τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν · ” ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; εἰ γὰρ ὁ καιρὸς μεταβάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ “. ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι. 85φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. καὶ δὴ τὸν πέλεκυν λαβὼν ἐπέφερε τὴν πλήγην. οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο. ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν ὅσον τὸ κερδαλέον ἐπιδιώκουσι. φυτὸν δέ ποτε γεωργοῦ ἦν εἰς χώραν καρπὸν μὴ φέρον τὸ τοιοῦτον μη δ’ὅλως. τοῦτο δ’ὑπῆρχε στρουθῶν κατοικεσία ἅμα τεττίγων φωνούντων, κελαδούντων. ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο. καὶ δὴ, συλλαβόντος πέλεκυν τοῦ πλῆξαι, στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες · ” ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου, γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην · μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν. εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι, τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου “; ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας τρισσῶς ἔπληξε μετ’ἀξίνης τὸ δένδρον. ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει, σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν · οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο πλεῖον τῶν δένδρων ὧν εἰχε τῶν ἐγκάρπων. 86γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι, καὶ παρῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν. ἐπειδὴ δὲ κατὰ πᾶν βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην, ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου. τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη · ” ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε · ἐὰν δὲ στασιάζητε, εὐάλωτοι “. ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταγώνιστος ἡ στάσις. γεωργοῦ παῖδες ἐστασίαζον. ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. ἔγνω οὖν διὰ πραγμάτων αὐτοὺς πεῖσαι. καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάβδους αὐτῷ κομίσαι. ἐνεχθεισῶν δὲ τῶν ῥάβδων, λαβὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ὕστερον δὲ λύσας αὐτὰς ἔδωκεν ἀνὰ μίαν κλάσαι. οἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν · ” οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς · ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι “. ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις. ἐν τοῖς παλαιοῖς πατὴρ παίδων ὑπεργηράσας παραινῶν αὐτοῖς τὰ εἰκότα ἐκέλευσε καὶ δέσμην ῥάβδων ἐνεγκεῖν. ἔφη δὲ τοῖς υἱοῖς · ” πειραθῆτε, τέκνα, συνδεδεμένας τὰς ῥάβδους κατεάξαι “. οἱ δὲ οὐκ ἠδυνήθησαν. μίαν δὲ ἑκάστην ἀποσπασθεῖσαν εὐχερῶς κατέκλασαν. ἔφη δέ · ” ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάβδος “. ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου. πατὴρ ἀποθνῄσκων τοὺς οἰκείους παῖδας πρὸς ὁμοφροσύνην παρεκάλει · τρεῖς δὲ ῥάβδους δεδεμένας κατεάξαι ταῖς χερσὶ τούτοις ἐδίδου. οἱ δὲ λαβόντες οὐκ ἠδυνήθησαν. εἶτα μίαν μόνην ἑκάστῳ δοὺς κατεάξαι, τὴν ἑαυτοῦ ῥᾳδίως ἕκαστος κατέκλασεν. πρὸς οὓς ὁ πατὴρ ἔφη · ” οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἦτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταλάψαι δυνήσεται “. υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη · ” θέλω κατεάξαι ταύτην τὴν ῥάβδον, “καὶ κατέαξαν αὐτήν. ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. ὁ δὲ ἔφη πρὸς αὐτούς · ” βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάβδους · οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει “. ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον. 87γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. ἐπειδὴ δὲ πάντα ἐκφορήσας κα- κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν · καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον · ” τότε μὲν γὰρ ἔβλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’οὐδὲν ἰδεῖν δύναμαι “. οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὐτὴν παρεκάλει, στοιχήσασα αὐτῷ ἐνώπιον μαρτύρων ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ’αὐτῆς τὸν μισθόν · ἐὰν δὲ μὴ θεραπεύσῃ, ἐπιμείνῃ δὲ ἡ ἀρρωστία, μηδὲν αὐτῷ παρασχήσει. καὶ οὕτω γενομένου, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τήν ἰατρείαν, κατ’ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. μετ’οὐ πολὺ δὲ θεραπεύσας αὐτήν, ἐξῄτει τὸν στοιχηθέντα μισθόν. ἀναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη · ” ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει · ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω · εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην · ἐγὼ δὲ το- τοὐναντίον λέγω παθεῖν με · ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου · νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι “. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. γυνὴ πρέσβις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσε θεραπεῦσαι αὐτήν, ἐνώπιον μαρτύρων εἰποῦσα ὅτι” ἐὰν θεραπευθῶ τοὺς ὀφθαλμούς μου, πολὺν λήψῃ παρ’ἐμοῦ τὸν μισθόν · ἐὰν δὲ μὴ θεραπευθῶ, ἀλλ’ἐπιμείνω τῇ ἀρρωστίᾳ, οὐδὲν ἀποδώσω σοι “. οὕτως οὖν ὁ ἰατρὸς τοὺς ὀφθαλμοὺς αὐτῆς θεραπεύων κατ’ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. μετ’οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐξῄτει τὸν συμφωνηθέντα μισθόν. ἀναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐν τῇ οἰκίᾳ ἐθεάσατο. ὡς οὖν ὁ ἰατρὸς ἐκείνην ἠνώχλει, ἡ δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν εἰς τοὺς δικαστάς. σταθεῖσα δὲ ἡ γραῦς ἐνώπιον πάντων εἶπεν · ” ἀληθῶς λέγει οὗτος ὁ ἄνθρωπος · ἐπηγγειλάμην γὰρ αὐτῷ δοῦναι μισθόν, ἐὰν καλῶς βλέψω · εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ ἀποδώσειν. νῦν δὲ αὐτὸς μετὰ ταῦτά φησι θεραπευθῆναί με · ἐγὼ δέ φημι τὸ ἐναντίον παθεῖν. ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων · νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν “. ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ, συμφωνήσασα ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ · καθ’ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσβῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναβλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ’ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. τοῦ δ’ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀποιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος · ” μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐ δ’ὁτιοῦν βλέπω · ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔβλεπον οἰκίαν · νῦν δ’ὅτε με σὺ βλέπειν φῇς, οὐ δ’ὁτιοῦν ἐκείνων ὁρῶ “. ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθ’ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. 88γυνή τις ἄνδρα μέθυσον εἶχε · τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. ἡνίκα δ’αὐτον ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. ἐκείνου δὲ φήσαντος · ” τίς ὁ τὴν θύραν κόπτων “; ἡ γυνὴ ἀπεκρίνατο · ” ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι “. κα- κἀκεῖνος · ” μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε · λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων “. ἡ δὲ τὸ στῆθος πατάξασα · ” οἴμοι τῇ δυστήνῳ, φησίν · οὐδὲν γὰρ οὐ δὲ σοφισαμένη ὤνησα · σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους “. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται. 89γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτροφωνίαν. αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι · ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. συνέβη δὲ αὐταῖς πραξάσαις τοῦτο χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν · ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν νυχιέστερον ἐπὶ τὸ ἔργον ἤγειρεν. οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται. γυνὴ χήρα φίλεγρος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν. συνέβη δ’αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. ἡ γὰρ δεσπότις, ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἔννυχώτερον ταύτας ἀνίσπη. ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται. 90γυνὴ χήρα ὄρνιν ἔχουσα καθ’ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μη δὲ ἅπαξ τεκεῖν. ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. γυνὴ χήρα ὄρνιν εἶχε καθ’ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν. ὑπέλαβε δὲ ἡ γυνὴ ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. ἡ δὲ τοῦτο ποιήσασα, καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης, οὐ δὲ τὸ ἅπαξ ἔτικτεν. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπώλεσαν. γυνή τις χήρα ὄρνιν εἶχε καθ’ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραβάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. ἡ δ’ὄρνις πιμελὴς γενομένη οὐ δ’ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο. ὁ μῦθος δηλοῖ ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποβάλλουσι. 91γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη · ” ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐ δὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης “; τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται. γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας εἷλον καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη · ” ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐ δὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης “; ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μη δὲ μικρὰ ποιῆσαι δυνάμενοι. 92δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν · ” ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι “. ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει. δάμαλις ἀγύμναστος βοῦν ἀροτριῶντα ἐταλάνιζε τοῦ κόπου, λέγουσα · ” ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς “. ὁ βοῦς δὲ ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνεν. ἐπεὶ δὲ οἱ ἀγρόται τοῖς θεοῖς ἤθελον θύειν, ὁ μὲν γέρων βοῦς ἀποζευχθεὶς εἰς νομὴν ἀπελύθη · ὁ δὲ μόσχος σχοινίῳ εἵλκετο ἐπὶ τὸ τυθῆναι. ὁ δὲ βοῦς εἶπεν αὐτῷ · ” εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει “. ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες. δάμαλις ἔτι ἀγύμναστος βοῦν ἀροτριῶντα διὰ τὸν κόπον ὠνείδιζε λέγουσα · ” ὦ πόσα κάμνεις καὶ ταλαιπωρεῖς “. ὁ δὲ τοῦ οἰκείου ἔργου ἐχόμενος ἐσιώπα. ἑορτὴν δὲ τῶν γηπόνων τοῖς θεοῖς ἐκτελούντων ποτέ, ὁ ἀρότης μέν βοῦς τοῦ καμάτου ἀπολυθεὶς τοῖς χλοηφόροις ἐνετρύφα πεδίοις · ὁ δὲ μόσχος φραγελλωθεὶς τῷ βωμῷ τυθῆναι ἐσύρετο. τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ · ” οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς “. ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες. ἀγύμναστος δάμαλις ἀροτριῶντα βοῦν ἐταλάνιζε, λέγουσα · ” ὦ ταλαίπωρε, πότε τῶν ἀπεράντων κόπων καὶ τῆς ταλαιπωρίας ταύτης ἐλευθερωθήσῃ “; ὁ δὲ βοῦς ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνε. ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐβεβούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν. ἐπιστραφεὶς δὲ ὁ βοῦς καὶ γελάσας εἶπεν · ” ὦ τάλαινα, ταῦτά σοι ἡ ἄνεσις προεξένησεν, κα- κἀμοῦ μὲν ὁ ζυγός, σοῦ δὲ ἡ μάχαιρα τρίψει τὸν τράχηλον “. δάμαλίς τις βοῦν ταλανίζουσα ἔφη · ” ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν “. ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα. ἐπεὶ δ’ἑορτὴ κατείληφεν, αὐτίκα ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας · ἡ δὲ δάμαλις κρατηθεῖσ’ἐδεσμεύθη καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι. οἱ βοῦς δ’ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐβόων · ” διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα · ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν “. ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ. 93λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει · δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη · ” καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω “. ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν · ” ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα “. ὅτι τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις. 94ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτόν, ἐκεκράγειτε καὶ ἀντέτεινε. τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων · ” ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν, “ἔφη πρὸς ταῦτα · ” ἀλλ’οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις · ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα “. ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας. ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παρ’ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ἥν, τῶν λοιπῶν μεθ’ἡσυχίας φερομένων, αὐτὸς μόνος βοᾷ. ὁ δὲ ὑποτυχὼν εἶπεν · ” ἀλλ’ἔγωγε οὐ μάτην ὀδύρομαι · εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προβάτου ἔριατε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται · ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους · ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν “. οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς. 95δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωβιὸς ἀνέδυ (ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν · ” ἀλλ’ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ὑπ’ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν “. οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι. δελφῖνες καὶ φάλαιναι καὶ καρίς. δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν · ” ἀλλ’ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ’ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν “. οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι. 96Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε · ” Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον · γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ “· καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. ἐρομένων δὲ αὐτῶν · ” ἡ οὖν Δήμητρα τί ἔπαθεν “; ἔφη · ” κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε “. οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται. 97Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν · ” ἐγὼ μὲν οὐ λοιδορῶ · μὴ γένοιτο · ἐπαινῶ δὲ τὰς τρίχας ὅτι κρανίου κακοῦ ἀπηλλάγησαν “. 98Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλβίδι ἀμηχανῶν. εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. ὁ δὲ εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι’ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν · ” ἀλλ’ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι · ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς “. ὁ μῦθος δηλοῖ ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι. 99αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι” ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας “; ὁ δὲ Ζεὺς εἶπεν · ” ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς · εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν “. ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι” μάτην παρήχθημεν ἐν τῷ βίῳ · ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα “. καὶ ὁ Ζεύς · ” ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς · εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν “. αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι · ” τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι “; ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι” τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ὑμεῖς αἴτιοι · ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐβλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς “. 100δρυοτόμοι καὶ δρῦς. δρυοτόμοι δρῦν ἔσχιζον · οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτὴν εὐκόλως. ἡ δὲ ἔφη · ” οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας “. ὅτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων. δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο · μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο. ἡ δέ · ” οὐ τόσον κατὰ τῆς κοπτούσης ἀξίνης, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ’ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν “. ὅτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων. δρυτόμοι ἔσχιζόν τινα πεύκην · σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. ἡ δὲ εἶπεν · ” οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας “. ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων. πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη · ” οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί “. πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην, σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων, οἷς καὶ ῥᾳδίως κατέσχιζον σανίδας. ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως · ” οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας “. ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων · ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται. πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. ἡ δὲ ἐθρήνει λέγουσα · ” οὐ τοσοῦτον τὸν πρίονα μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας “. ὁ μῦθος δηλοῖ ὅτι λυπηρότεραι αἱ τῶν οἰκείων κακώσεις ὑπὲρ τῶν ξένων λίαν. 101δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς ἀντιστᾶσα ἐκ ῥιζῶν ἔπεσεν. ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν ἢ ἀνθίστασθαι. δρῦς καὶ κάλαμος ἤρισαν περὶ ἰσχύος. ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος ταῖς πνοαῖς ἐξέφυγεν · ἡ δρῦς δὲ ἀντιστᾶσα ἐκ ῥιζῶν ἀνεσπάσθη. ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν. δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. ἡ δὲ φερομένη τοὺς καλάμους ἠρώτα · ” πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοί, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε “; οἱ δὲ εἶπον · ” ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε · ἡμεῖς δὲ παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀβλαβεῖς διαμένομειν “. ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν ἐνδόξοις, ἀλλ’ὑποτάσσεσθαι καὶ ὑπείκειν. δρῦν καταβαλὼν ἐν ποταμῷ ἔρριψεν ἄνεμος. ἡ δὲ φερομένη τοὺς ποταμίους καλάμους ἠρώτα · ” πῶς ὑμεῖς ἀσθενεῖς ὄντες ὑπὸ τῶν ἀνέμων οὐ καταβάλλεσθε “; οἱ δὲ εἶπον · ” ἡμεῖς παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀβλαβεῖς διαμένομεν · ὑμεῖς δὲ παντὶ ἀνθιστάμενοι ἀπὸ ῥιζῶν καταβάλλεσθε “. τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀβλαβεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμβριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. κα- κἀκεῖνοι ἔφασαν ὅτι” ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμβολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν · ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε “. ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον. διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχὺν κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ, ἀνέμου ἰσχυροῦ γενομένου, ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη · ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη · ἡ δ’ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ. ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων. κάλαμοι παρεπεφύτευντο κυπαρίττοις, καὶ αἱ κυπάριττοι, τὸ αὐτῶν ἀνεκρίζωτον διὰ τὸ εὖ κλίνειν ἀνέμοις ἐνορώμεναι, σφοδρῶς ἐπέκειντο τοῖς καλάμοις,” πῶς ἡμεῖς, λέγουσαι, τὴν ἐκρίζωσιν ἀθρόαν δεινῶς ὑφιστάμεθα, ὑμεῖς δὲ καὶ ἅπασαι διαδρᾶναι τὸν κίνδυνον εὐκρινῶς μεμαθήκατε “; τί οὖν οἱ κάλαμοι; ” ταῖς ὑπερτερούσαις ἡμῶν δυναστείαις μὴ ἀντιβαίνειν μεμαθηκυῖαι, ἀλλὰ ταύταις ῥᾳδίως τὸν τράχηλον ὑποκλίνουσαι, τὴν αἰτίαν τοῦ ἀφανισμοῦ διαδιδράσκομεν ἔκρίζωσιν “. ὅτι τοῖς κρατοῦσιν οὐ δεῖ ἀνθίστασθαι, ἀλλὰ μᾶλλον ὑπείκειν. 102ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν · ” ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις “. ἡ δὲ βάτος ἔφη · ” ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη “. κρείσσων πενία ἄφοβος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι” καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα · καὶ πῶς ἐμοὶ συγκρίνῃ “; ἡ δὲ βάτος εἶπεν · ” εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις “. ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ · τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι” εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη καὶ τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω · σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος · ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν “. ἡ δὲ βάτος εἶπεν · ” ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας “. 103ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν · πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν · κα- κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν · ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσῴζετο · ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν · ” δειλαία ἔγωγε, ἥτις ὑφ’ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι “. οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγὴν τοῦ πιεῖν. ἐν ὅσῳ δὲ ἔπινεν, εἶδε τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος. καὶ ἐπὶ μὲν τοῖς κέρασιν αὐτῆς ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν · ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν, κα- κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν · ἀλκὴ γὰρ ἐλάφων ἐν τοῖς ποσί, λέοντος δὲ ἐν καρδίᾳ. καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν · ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέβη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη · ” δειλαία ἔγωγε ἥτις ὑφ’ὧν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσῳζόμην καὶ ἔχαιρον, οἷς δὲ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι “. ὁ μῦθος δηλοῖ ὅτι ὁμοίως πολλάκις τινὲς δοκοῦντες ἔχειν τι χρήσιμον, λανθάνουσιν ἑαυτοὺς βλαπτόμενοι δι’ἐκείνου. ἢ οὕτως · πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες γίνονται, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. ἔλαφος διψήσας ἐπὶ πηγὴν ἦλθεν. ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο, ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας, τὰ δὲ κέρατα αὐτοῦ ἐπῄνει, ὡς μέγιστα καὶ εὐμήκη. μηδέπω δὲ πιών, κυνηγοῦ καταλαβόντος, ἔφευγεν. ἐπὶ πολὺν δὲ τόπον δραμὼν καὶ εἰς ὕλην ἐμβὰς τοῖς κέρασιν ἐμπλακεὶς ἐθηρεύθη. ἔφη δέ · ” ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προεδόθην οἷς ἐκαυχώμην “. ὅτι περὶ πράγματός τινος, ἐὰν διακρίνῃς καλὸν εἶναι, μὴ ἔχῃς βέβαιον περὶ τούτου · πολλάκις γὰρ σφάλλουσιν αἱ ἐλπίδες εἰς ἃς ἐπερειδόμεθα. ἔλαφος ἐπὶ ὕδατος τὴν σκιὰν αὑτῆς κατιδοῦσα τῶν σκελῶν αὑτῆς ὡς ἀσθενῶν κατεμέμφετο, ἐπῄνει δὲ μᾶλλον τὰ ἐν τῷ μετώπῳ αὑτῆς κέρατα διὰ τὴν στερρότητα. αἰφνίδιον δὲ κυνηγοῦ καταλαβόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί. ἡ δὲ τῶν κεράτων ἰσχὺς αὐτὴν προέδωκεν εἰς τὴν πυκνότητα τοῦ ἄλσους περιπλακέντων. 104ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος, ὃ εἶχεν ἀκόντιον βαλών, ἔτρωσεν αὐτήν. ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη · ” δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα “. οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται. ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ’ἀμπέλῳ ἐκρύβη. παρελθόντων δ’ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. ἡ δὲ θνῄσκουσα τοιαῦτ’ἔλεγε · ” δίκαια πέπονθα · οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι “. ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται. 105ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη · ” βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα “. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν. ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυβῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη · ” δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα “. οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόβον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμβάλλουσιν. ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ · λέοντι δ’ἐκεῖ περιτυχοῦσα ὑπ’αὐτοῦ συνελήφθη · θνῄσκουσα δ’ἔλεγεν · ” οἴμοι ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον “. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν. 106ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν · ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν · ” ἀλλ’ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ἣν κατέφυγον “. οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ. ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ’ἠϊόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. παραπλέοντες δέ τινες καὶ τούτου στοχασάμενοι αὐτῆς κατετόξευσαν. ἡ δ’ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ’ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ’οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαβερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ’ὠφέλιμα βλαβερά. 107ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. ὁ δὲ λύκος ἔφη · ” ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ὁ τόπος “. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. ὁ δὲ λύκος ἔφη · ” ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ὁ τόπος “. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα καὶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει καὶ αἱμοβόρον ἐκάλει καὶ ὠμόφαγον. ὁ δὲ ἔφη · ” οὐ σύ με λοιδορεῖς, ἀλλ’ὁ τόπος ἐν ᾧ ἵστασαι “. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων. λύκος διήρχετο ἔξω τοῦ τείχους, ἔνθα ἀρνὸς παρακύψας ὕβριζε πολλὰ τὸν λύκον. κα- κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν · ” ὁ τόπος με λοιδορεῖ · σὺ μὴ καυχῶ “. ὅτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους. λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν · ἀρνὸς δ’αὐτὸν ὕβριζεν ἄνω τυγχάνων. ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐβόα · ” αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω · μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον “. ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων. ἀρνὸς ἐφ’ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παρίοντα τὴν ὁδὸν ἔσκωπτε, καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοβόρον. ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν · ” οὐ σύ με λοιδορεῖς, ἀλλ’ὁ πύργος ἐν ᾧ ἵστασαι “. ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕβριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόβον ὑψηλοτέρων. 108ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο · ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ · ” πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι · ἀλλ’ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι “. αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ · ” ταῦτα ἐμοὶ καλῶς γίνεται · ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι “. οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. ἔριφος πλανηθεῖσα τῆς ποίμνης ὑπὸ λύκου ἐδιώκετο. τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαβόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν · ” ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριβῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι “. τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαβον καὶ ἐδίωκον, κα- κἀκεῖνος φεύγων ἐφώνει · ” ἀξίως πάσχω · ἔδει γάρ με ἀντ’αὐλητοῦ μακελλάριον εἶναι “. ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο · ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν · ” ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι “. τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί · ” δικαίως ταῦτά μοι γίνεται · ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι “. ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν. 109Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη · ” ἀλλ’ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω “. πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει. Ἑρμῆς γνῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ’ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα πόσου τις αὐτὸ πρίασθαι δύναται. τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας πόσου τὸ τῆς Ἥρας ἔφη. εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. ὁ δ’ἀγαλματοποιὸς ἔφη · ” ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι “. ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ’ἄλλοις ὄντα τιμῇ. 110Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύσσοντες τροφὴν ἑαυτοῖς πορίσουσι. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη · ” ἀλλ’ὀρυσσέτωσαν ὅσον βούλονται · στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι “. πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος. 111Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ’αὐτῷ. παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. ὁ δὲ ὑποτυχὼν ἔφη · ” ἀλλ’αὕτη γε ἡ κορώνη διόμνυται τόντε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι “. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν εἰ ἀληθής ἐστι γνῶναι, κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας, ἧκεν ὡς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ παρ’αὐτῷ κατήχθη. τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαβὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον, ἔφρασε. τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει. καὶ ὃς ὑποτυχὼν εἶπεν · ” ἀλλ’αὕτη γε ἡ κορώνη διόμνυται τόντε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς “. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. 112Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν χύσιν κατ’αὐτοῦ κατέχεεν. ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος. 113Ἑρμῆς ποτε ἅμαξαν ψευσμάτων καὶ πανουργίας καὶ ἀπάτης μεστὴν διὰ πάσης ἤλαυνε γῆς, κατὰ χώραν μικρόν τι διανέμων τοῦ φόρτου. ὡς δὲ εἰς τὴν τῶν Ἀράβων χώραν ἦλθε, λέγεται ἐξαίφνης συντριβῆναι τὴν ἅμαξαν. οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἀλλους ἀνθρώπους προελθεῖν. ὅτι Ἄραβες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν · ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια. Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἴς ἅμαξαν εἰς πᾶσαν γῆν ἀπῄει. ὡς δὲ Ἀράβων κατήντησε τὴν χώραν, συντρίβει τὴν ἅμαξαν κενὴν φορτίων · οἱ δὲ εἰς ἄλλους τόπους οὐκ εἴασαν ὀδεῦσαι. 114εὐνοῦχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. ὁ δὲ ἱερεὺς ἔφη · ” ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ · ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐ δ’ἀνὴρ φαίνῃ “. 115δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον · καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ καταλαβόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυβερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. τοῦ δὲ εἰπόντος · ” κατὰ τὴν πρώραν, “ἔφη · ” ἀλλ’ἐμοίγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου ἀποπνιγόμενον πρῶτον “. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κα- κἀκείνους ὁρᾶν συνδυστυχοῦντας. δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηῒ ἔπλεον. βουλόμενοι δὲ πολὺ ἀπ’ἀλλήλων διεζεῦχθαι, ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρώραν, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ καταλαβόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυβερνήτῃ λέγων · ” ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους “; τοῦ δὲ εἰπόντος · ” ἡ πρώρα, “ἔφη · ” ἀλλ’ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον “. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν · ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι. δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. τοῦ δὲ τὴν πρώραν εἰπόντος · ” ἀλλ’ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα “. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους. 116ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν · ” ἄξιος τῆς νηὸς ὁ ναύκληρος “. πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα. ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ’ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμβρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη · ” κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος “. ὅτι καὶ ὡς κακοὶ σὺν κακοῖς ἀπολοῦνται. καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον εἶχεν ἐπ’αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων. τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως, ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει. τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη, ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον. καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη · ” ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου “. ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται. ποταμοῦ πλησίον ἄμπελος ἦν · φραγμὸς δὲ ἦν αὐτῇ παλίουροι. πλημμύρας δὲ ὁ ποταμὸς ἐξέσυρε παλίουρον. συνέβη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι. εἶπε δέ τις ἰδών · ” κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου “. ὅτι δικαίως κακοὶ σὺν κακοῖς ἀπόλλυνται. 117ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει · λαβὼν δὲ παρ’αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. ἡ δὲ ὑποτυχοῦσα εἶπεν · ” ἀλλ’εὐηθὴς εἶ παρ’ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα “. ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες. 118ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινεν. ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥτε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. οἱ δὲ ἔφασαν πρὸς αὐτόν · ” ἀλλ’εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δέ μόνης φωνῆς συνέστηκεν “. ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ. 119Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. διόπερ ἀμηχανῶν πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει. ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη · ” ἀλλ’ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι “. ἀπὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον. Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ’ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. διὸ καὶ μὴ ἔχων πόθεν ἂν αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν ἀναξιοπαθοῦσα. ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη · ” ἀλλ’ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται · ἂν δ’εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα “. ἀπὸ δὴ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπ’ἔρωτος κατεχομένους ἀναισχύντους εἶναι συμβαίνει. 120Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν. ὁ λόγος δηλοῖ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κα- κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσιν, τὴν γοῦν φύσιν οὐ μετατίθενται. 121Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι. κα- κἀκεῖνος μέτρον ποιήσας ἴσον ἐνέχεεν ἑκάστῳ. συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ μη δὲ μέχρι γονάτων εἰς πᾶν τὸ σῶμα, ἀφρονεστέρους γενέσθαι. πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. 122Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη ὅσον Ἀπόλλων ἐτόξευσεν. οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. 123τοῦ διὸς γαμοῦντος, πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα. ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη · ” τῶν ἄλλων ἁπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι · ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω “. ὁ λόγος δηλοῖ ὅτι πάντων τῶν πονηρῶν αἱ χάριτες φοβεραί. τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη · ” τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐ δ’ὅλως “. ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν. 124Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε · πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς. ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν. Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί. ὁ δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν · μόνη δὲ ἡ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος. 125Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει · τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταβαίνῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται. Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο τίς κάλλιόν τι ποιήσει. καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις. κριτὴς δὲ ἦν ἐπὶ τούτοις ὁ Μῶμος. καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει · τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος · τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. ὅτι, ἐάν τις ἀγαθόν τι ποιήσῃ, τὸν φθόνον οὐκ ἐκφεύγει · οὐδὲν γὰρ ἀρεστὸν τῷ μώμῳ καθέστηκε. Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν περί τινος δημιουργίας πρὸς ἀλλήλους ἐστήσαντο. ὁ μὲν οὖν Ζεὺς ἄνθρωπον ἐποίησεν εὐπρεπέστατον, ὁ δὲ Ποσειδῶν ταῦρον, Ἀθηνᾶ ἀνθρώποις εὐκατασκευαστὸν οἶκον · κριτὴν δὲ τῶν ἔργων τὸν Μῶμον προὐβάλλοντο. ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ἀλλήλων βλάβας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι · τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα · τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας. 126Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. τῆς δὲ εἰπούσης · ” οἶκος φίλος, οἶκος ἄριστος, “ἀγανακτήσας κατ’αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν. οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ’ἄλλοις πολυτελῶς διαιτᾶσθαι. Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία · μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. τῆς δὲ εἰπούσης · ” οἶκος φίλος, οἶκος ἄριστος “, ἀγανακτήσας κατ’αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν. ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ’ἑαυτοῖς ζῆν ἢ παρ’ἄλλοις πολυτελῶς. 127ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπ’ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοιτο. ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμβάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν. ἐν ὀστράκῳ γράφοντα τὸν Ἑρμῆν ἁμαρτίας ἐκέλευσεν ὁ Ζεὺς εἰς κιβωτὸν ταύτας σωρεύειν, ἵν’ἐρανίσας ἑκάστου τὰς δίκας ἀναπράσσῃ. τῶν ὀστράκων δὲ συγκεχυμένων ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴποτ’εὐθύνοι. τῶν οὖν πονηρῶν οὐ προσήκει θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ. 128γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο · πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. εἷς δὲ τούτων εἶπεν · ” ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν “; ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν. Ἡλίῳ ποτὲ γάμος θέρους ὑπῆρχε. οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου. εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐβόα · ” ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ἀγάθῳ τινὶ προσδοκωμένῳ; εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι “. ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’αδήλοις. 129ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ἑαυτὴν βοῶσα · ” πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κα- κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην “. καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κα- κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι · ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος. ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτατε καὶ ἐβόα καθ’ἑαυτήν · ” πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην “. καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. ὡς δὲ τοῦ δρόμου ἐπαύσατο, σκυθρωπάσασα τοῦ πατρὸς ὄνου αὐτῆς εὐθὺς ὑπανεμνήσθη. ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ ὁ χρόνος ἐνέγκοι τινὰ εἰς δόξαν, οὐ δεῖ ἐπιλανθάνεσθαι τὴν τάξιν τοῦ οἰκείου γένους · ἀβέβαιος γάρ ἐστιν ὁ παρὼν βίος. ἡμίονος ἐκ κριθῆς παχύνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέγων · ” πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος κα- κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην “. καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνήσθη. ὁ μῦθος δηλοῖ ὅτι, κα- κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω · ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος. ἡμίονος ἐκ κριθῆς παχεῖα γενομένη ἔτρεχε σκιρτῶσα καὶ ἔλεγεν · ” ἵππος ἐστί μοι μήτηρ · ἐγὼ δὲ οὐδὲν αὐτῆς εἰς τὸν δρόμον ἐλάττων ὑπάρχω “. ὅτε δὲ ἔπαυσε τοῦ δρόμου, ἐσκυθρώπασεν · ὄνου γὰρ εὐθὺς πατρὸς οὖσα ἀνεμνήσθη. ὅτι, κα- κἂν ὁ χρόνος εἰς δόξαν ἐνέγκῃ τινά, μηδεὶς τὴν ἑαυτοῦ φύσιν ἀγνοείτω · ἀβέβαια γὰρ τὰ ἀγαθὰ τοῦ βίου. ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν · ” ἵππος ἐστί μοι μήτηρ καὶ κατ’οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω “. μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη. 130διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι. ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέβαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν. ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε · ” πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις · ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον · ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται “. ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν. διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. μήλῳ δέ τι ὅμοιον κατὰ γῆς καθήμενον ἰδὼν ἐπειρᾶτο τῷ ῥοπάλῳ συντρίβειν. τὸ δὲ μᾶλλον διπλοῦν ἀπὸ τῆς ψαύσεως τοῦ ῥοπάλου ἐγένετο. ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε. τὸ δ’εἰς μέγεθος ἀρθὲν τὴν ὁδὸν τούτῳ ἀπέφραξε. ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο ἐκπληττόμενος. Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη · ” ὦ Ἡράκλεις, παῦσαι θαυμάζων · τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν. ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει · ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται “. 131Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ἣν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποβλέπεται. ὁ δὲ εἶπεν · ” ἀλλ’ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι ὅτι παρ’ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα “. ὁ λόγος λεχθείη ἂν ἐπ’ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον. 132ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη · ” ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων · ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ “. οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν. 133θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη · ” ἀλλ’ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος · ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα “. ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας. θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐμπεσὼν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον ἐξῆλθεν. ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη · ” ἀλλ’ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος · ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοῖ ἀποθνῄσκοντα “. ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας. θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον. ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν · ” οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα “. ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι, τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες. 134ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι · ” τὴν αὔριον γὰρ οὐκ ὑπερβήσῃ “. ταῦτα εἰπὼν ὑπεχώρησε. μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ · ” χαῖρε, ἔφη · πῶς ἔχουσιν οἱ κάτω “; κα- κἀκεῖνος εἶπεν · ” ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεβλήθης “. ὅτι τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει. ἰατρὸς ἄπειρος ἀρρώστῳ προσελθὼν πάντα πρὸς ταφὴν εὐτρεπίσαι τοῖς πρὸς αὐτὸν ἐκέλευε · τὴν γὰρ αὔριον οὐχ ὑπερβήσεσθαι αὐτόν. μετὰ δὲ τινα χρόνον ὁ ἀρρωστῶν ἀναστὰς καὶ συναντήσας τῷ ἰατρῷ, ἀσπασίως ὁ ἰατρὸς προσηγόρευσε καὶ πῶς ἔχουσιν οἱ περὶ τὸν Ἅιδην ἠρώτα. ὁ δὲ εἶπεν · ” ἠρεμοῦσι πάντες, πλήν γε ὅτι ὁ Θάνατος καὶ ὁ Ἅιδης ἠπείλουν πᾶσι τοῖς ἰατροῖς τὰ ἀνήκεστα, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν · ἔγραφον δὲ αὐτῶν τὰ ὀνόματα ἐπὶ τιμωρίᾳ. μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεβλήθης. 135ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. τούτων δέ τις ὑποτυχὼν ἔφη · “ὦ οὗτος, ἀλλ’οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο”. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. ἰατρός τις ἐπισκεπτόμενος ἄρρωστον, συνέβη ἀποθανεῖν αὐτόν. ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν · “οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε”. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη αὐτῷ · “ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο”. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. ἰατρὸς νοσοῦντα ἐθεράπευε. τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν · “οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει”. τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη · “ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο”. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη. ἀλλ’ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας · “εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης”. ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων · “ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος · τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι; ἀλλ’ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι”. ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον · οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην. 136ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι ἐκ τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει · ὁ δὲ ὄφις ἔφη αὐτῷ · “τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν”. ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά. ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. ὁ δ’ὄφις ἐπιστραφεὶς καὶ δακὼν τοῦτον, εὐθὺς τέθνηκεν. ὁ δ’ὄφις ἀνεβόα · “ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν; ὅμως πέπονθας ὃ ἐβούλου μοι πρᾶξαι”. ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά. ἰκτῖνος ὄφιν ἁρπάσας εἰς ὕψος ἀπέπτη. ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ’ὕψους πεσεῖν συμβέβηκε. τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη · “τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐβούλου; δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν”. 137ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην. ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται. ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. ἀκούσας δὲ εὖ χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως · χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν τὴν τοῦ ἵππου καταλαβέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη. ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν. 138ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ’ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας · ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν · “ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον”. οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες. ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθε πρὸς ἄγραν. θεασάμενος δὲ κίχλαν ἐπί τινος δένδρου ὑψηλοῦ καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν πρὸς τὸν ἀέρα. καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα, ἐπάτησεν αὐτήν. ἡ δὲ στραφεῖσα ἔδακεν αὐτόν. ὁ δὲ λιποψυχῶν ἔφη μετὰ στεναγμοῦ · “ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον”. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπ’αὐτοὺς ἡ κακία αὐτῶν. ἰξὸν λαβὼν ἰξευτὴς καὶ τοὺς καλάμους κίχλαντε εἶδεν ἐν φύτῳ καθημένην, καὶ τήνδ’ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν, καὶ πρὸς ὕψος ἔβλεπεν ἀγρεύων κίχλαν. ἀλλ’ἐπὶ ποδῶν ἀσπὶς ἦν κοιμωμένη · τὴν δ’οὐ προιδὼν πεπάτηκεν εἰς κάραν. ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου, καὶ λιποψυχῶν ἐν στεναγμῷ ἐβόα · “θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην”. ὁ λόγος οὗτος δηλοῖ ὅτι βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ. ἰξευτὴς ἰξὸν ἀναλαβὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. ἰδὼν δὲ κίχλαν ἐφ’ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαβεῖν βουλόμενος ἐφεώρα. καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. τῆς δ’ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε · “δύστηνος ἐγώ · ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφ’ἑτέρου ἠγρεύθην εἰς θάνατον”. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιβουλεύοντες λανθάνουσι πολλάκις ὑφ’ἑτέρων τοῦτ’αὐτὸ πάσχοντες. 139γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν · “ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον”. ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν · πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη. γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαιςτε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. ὁ δὲ στενάζων εἶπεν · “οἴμοι ἐγώ · ἐκ ποίας ταχυδρόμου ὁρμῆς ἐν ποίῳ μεθηρμόσθην καμπτῆρι πολυμόχθῳ”. ὅτι οὐ δίκαιον τὸ ἐπαίρεσθαι ἐπί τινι εὐημερίᾳ ἢ γενναιότητι. ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη · “ὢ τῆς συμφορᾶς · τί τῷ τάλᾳ συνέβη · ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν”. ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ · πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ. 140Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριβε. καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. ὁ δ’οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ’οὐ πολὺ καὶ βοῦς, οὐ δ’αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. οὕτωτε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίουςτε καὶ ἀγαθοὺς εἶναι · ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάςτε καὶ ὑψαύχενας εἶναι · ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν · τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον. ἵππος καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους στενούμενοι ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψεν. καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα · τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου. διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ’ὧν ἔζων · ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους · διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη · ὁ δὲ βοῦς μετ’αὐτὸν τοὺς μέσους χρόνους · διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων · τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους · διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται. ὅτι τινὲς τῶν ἀνθρώπων φαῦλοι ὄντες καὶ κακοὶ ἐκείνους εἰώθασι μόνους φιλεῖν τοὺς διατρέφοντας αὐτούς. 141κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριβεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. ἔφη δὲ ὁ ἵππος · “εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει”. ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας. κριθὰς τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων διεπώλει, τὸν δὲ ἵππον ψήκτραις διέτριβε. ὁ δὲ εἶπεν · “εἰ θέλεις ὡραῖον εἶναί με, τὰς κριθὰς ἃς ἐσθίω μὴ κλέπτε”. 142ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ · “ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν”. ὁ δὲ οὐκ ἐπείσθη · ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐβόα · “οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα”. ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. ἄνθρωπος πάλαι ἵππον εἶχε καὶ ὄνον. οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους. καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐβόα · “λάβε τοῦ βάρους καὶ κούφισον ὀλίγον · οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ · εἰ δ’οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν”. ὁ δ’οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐβόα · “οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν λαβεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα”. ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ. ἄνθρωπος εἶχεν ὄνοντε καὶ ἵππον. ὁδευόντων δέ, εἶπεν ὁ ὄνος τῷ ἵππῳ · ἆρον ἐκ τοῦ βάρους τοῦ ἐμοῦ, εἰ θέλεις εἶναί με σῶον · εἰ δὲ μή, θνῄσκω. ὁ δὲ οὐκ ἐπείσθη. ὁ δὲ ὄνος ἐκ τοῦ κόπου πεσὼν ἀπέθανεν. τοῦ δὲ δεσπότου τῷ ἵππῳ ἅπαντα ἐπιθέντος, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, ὁ ἵππος εἶπεν · οἴμοι, μικρὸν οὐκ ἤθελον βάρος τοῦ ὄνου ἆραι, ἡ δὲ χρεία τὸ πᾶν μοι ἐπέθηκεν. ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται. ἀνήρ τις ὄνουτε καὶ ἵππου κύριος ἦν. μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν · διὸ ἔφησε πρὸς τὸν ἵππον · “συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν”. τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέβη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος · ὅθεν καὶ ἀπεκλαίετο λέγων · “οἴμοι ὁ ἄθλιος, τί πέπονθα; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα · πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς”. ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσίτε καὶ σῴζονται. ἀνθρώπου τινὸς ὄνον καὶ ἵππον ἑλόντος, συνέβη κατὰ τὴν ὁδὸν τὸν ὄνον ἐκ τοῦ βάρους τοῦ φορτίου ἀποκαμεῖν, καὶ τὸν ἵππον παρεκάλει ὀλίγον ἐκ τοῦ βάρους αὐτοῦ ἀφελεῖν. ὁ δὲ οὐκ ἐπείθετο. τοῦ δὲ ὄνον μηκέτι δυναμένου, ἀλλ’ὑπὸ τοῦ κόπου ἀποθανόντος, ὁ τοῦ ἵππου δεσπότης οὐ μόνον ἅπερ ὁ ὄνος ἐβάσταζεν, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν τῷ ἵππῳ ἐπέθετο. στενάξας δὲ ὁ ἵππος ἔφη · “οἴμοι, ὅτι μικρὸν βάρος μὴ θελήσας βαστάσαι, αὐτὰ τοῦ ὄνου πάντα καὶ αὐτὸν τὸν ὄνον ἀναγκάζομαι βαστάζειν”. ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν. ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται. τῆς δὲ παρ’οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερράγη. ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν · “δίκαια πέπονθα · εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον”. οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν. 143ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη. ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων · ἔφη δὲ τῷ δεσπότῃ · “ἄπελθε μετὰ τῶν πεζῶν τῶν ὁπλιτῶν ἄρτι · σὺ γὰρ ἀφ’ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν”; ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι. ἔτρεφε τὸν ἑαυτοῦ ἵππον στρατιώτης, ἕως καιρὸς πολέμου ἦν. παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταβαρύνων. ὡς δὲ πάλιν καιρὸς πολέμου ἐπέστη, ὁπλισάμενος τὸν ἵππον ἀναβὰς ἔτρεχε. τοῦ δὲ ἵππου συνεχῶς καταπίπτοντος, ἐδυσχέραινε. ὁ δὲ ἵππος αὐτῷ ἔφη · “ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων · σὺ γὰρ ἀφ’ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταβαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν”; 144ἵππος καὶ σῦς ἄγριος. οὔπω χαλινὸν ἵππος ᾔδει, οὐ δὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. σῦς δὲ αὐτὸν ἄγριος ἔβλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων καὶ κατορύσσων καὶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. ὁ δὲ εἶπεν · “ὅρκῳ πίστωσόν με ὅ λέγω σοι ποιήσειν”. ὁ δὲ ἵππος ἐπείσθη. ὁ δὲ εἶπεν · “οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον · ἀλλ’ἐὰν χαλινὸν δέξῃ καί με τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν”. ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη. ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν γενέσθαι τοῦ ἀδικηκότος ὡρμημένον. 145διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν · “τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα”. ὅτι ἐν πόλει ἐν ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος. διέβαινέ ποτε κάμηλος ποταμὸν ὀξὺ διαρρέοντα. ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ · “τί τοῦτο; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι”. ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι. 146τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται. ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται. τῶν ἀλόγων ζῴων βουλομένων βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν, κάμηλος καὶ ἐλέφας ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγεθος, ὁ δὲ διὰ τὴν ἰσχύν. πίθηκος δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν οὐ τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστίν, αὐτοῦ βασιλεύοντος, μὴ χοιρίδια ἡμῖν ἐπιθῆται. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται. 147κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι. ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ · “λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο”, οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας. ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ’ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ. ὁ Ζεὺς τῇ καμήλῳ κέρατα αἰτούσῃ καὶ λεγούσῃ ὅτι ταῦτά μοι λείπει, οὐ μόνον οὐ δέδωκεν, ἀλλὰ καὶ τῶν ὤτων ἐστέρησεν. ὅτι, ὃ ἔχει τις, εἰς ἐκεῖνο ἀρκείσθω καὶ μὴ πλεονεκτείτω. 148κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν · “ἀλλ’οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα”. ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι. κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς τὸν ἀναγκάζοντα δεσπότην ἔφη · “οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ’ἢ καθημένη”. ὁ λόγος δηλοῖ ὅτι ὁ ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι. 149ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. ὡς δέ, χρόνου προϊόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν. ὁ λόγος δηλοῖ ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει. 150ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο · τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν τὴν κόπρον, ὑγρὰν δέ, μένων ἐτρέφετο ἐνταῦθα. τοῦ δὲ χειμῶνος διελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη. ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν διότι προϋποσχόμενος αὐτῷ οὐδὲν ἐκόμισεν. ὁ δὲ εἶπε · “μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου · ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόντε, φέρεσθαι δὲ οὐδέν”. οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν. ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο · τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ · “βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμβάνωμαι”. παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαβὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. τοῦ δὲ χειμῶνος παρελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη ἐν ᾗ ἦν ὁ ἕτερος. θεασάμενος δὲ αὐτὸν λιπαρὸν ὁ ἕτερος ᾐτιᾶτο αὐτὸν διότι ὑποσχόμενος αὐτῷ οὐ διεκόμισεν. ὁ δὲ ἔφη αὐτῷ · “μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν τοῦ τόπου · ἐκεῖθεν μὲν γὰρ τρέφεσθαι οἷόντε, φέρεσθαι δὲ οὔ”. οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους οἱ τὰς φιλίας μέχρι ἑστιάσεως παρέχονται, περαιτέρω δὲ οὐδὲν τοῖς φίλοις ὠφελοῦσιν. 151Καρκῖνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ μόνος ἐνέμετο. ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο αὐτόν, ἀποροῦσα τροφῆς, προσδραμοῦσα συνέλαβεν αὐτόν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη · “ἀλλ’ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι”. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. Καρκῖνος ἀπὸ τῆς θαλάσσης ἀναβὰς ἐπί τινος ἐνέμετο τόπου. ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαβεν αὐτὸν. ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη · “ἀλλ’ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι”. ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. 152μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ ἔλεγε μη δὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίβειν. ὁ δὲ εἶπεν · “μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω”. ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν. “μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μη δὲ ταῖς πτέρναις πρόστριβε τὰς πλευράς σου”. ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος · “ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω”. ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει · πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ἑτέρους διδάσκειν. καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει · “μὴ λοξά, τέκνον, ἐμπεριπάτει”. ὁ δὲ πρὸς αὐτὴν λέγει · “σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κα- κἀγὼ παραζηλώσω”. ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία. 153καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν · “ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας παρέχω”. ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους. καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. ἡ δὲ οἰκτρὸν ἔφη · “ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμβάνω χάριτας”. ὅτι τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει. καρύα τις ἐν τῇ ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει. καὶ παροδῖται ταῖς ῥάβδοιςτε καὶ λίθοις ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων. ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεβόησεν · “οἴμοι τῇ παναθλίᾳ · τί μοι συνέβη; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’αὐτῶν νῦν λαμβάνω”. ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας. 154κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι · ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιβουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν. ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. οὗτος οὖν, ἐπειδὰν ὑπ’ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται. κάστωρ ἐστὶ τετράπουν ζῷον ἐν λίμναις νεμόμενον. τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. καὶ εἴ ποτέ τις αὐτὸ διώκει, φεύγει μὲν τῇ τῶν ποδῶν ταχύτητι, εἴ πῶς ὁλόκληρον αὑτὸν φυλάξῃ. ἐπὰν δὲ ἤδη καταλαμβάνηται, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα καὶ ῥίπτει τῷ διώκοντι καὶ οὕτω τὴν σωτηρίαν αὑτοῦ πραγματεύεται. ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων ποιοῦνται. κάστωρ, οἴδατε, λιμναῖον πέλει ζῷον, ὃν θηρεύουσιν εἰς χρείαν τῶν αἰδοίων. οὗτος δὲ ὁλόκληρος τὸ πρῶτον θέει · ἐπὰν δὲ αὐτῷ ὁ διώκων πελάσῃ, τοὺς ὄρχεις ῥίψας, ὅλον τὸ σῶμα σῴζει. σωτηρίας χάριν οὐδένα δεῖ λόγον παρὰ τὰ χρήματα τοὺς φρονίμους ἔχειν. 155κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆτέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. κα- κἀκεῖνος ἔφη · “ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά”. οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν. 156κηπουροῦ κύων εἰς φρέαρ ἔπεσεν. ὁ δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέβη. ὁ δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ’αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. καὶ ὃς κακῶς διατεθεὶς ἔφη · “ἀλλ’ἔγωγε ἄξια πέπονθα · τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην”; πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει. κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. οἰηθεὶς δ’ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. ὁ δὲ μετ’ὀδύνης ἐπανιών · “δίκαια, φησί, πέπονθα · τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα”; ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους. 157κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη. οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται. κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκονιαμένῳ συνήθως ᾄδων, καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ᾠήθη σφόδρα εὔφωνος εἶναι. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. ἀφικόμενος δ’ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ, λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν. 158ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο · διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη · “δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι”. ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι’ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν. 159κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπηλλάγησαν. ὁ δὲ μέλλων ὑπ’αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. οἱ δὲ ὑποτυχόντες ἔφασαν · “ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν · ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν”. ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα. κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. ὁ δὲ μέλλων ὑπ’αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. οἱ δὲ ἔφασαν · “ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν · ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς”. ὁ μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα. 160κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. παρ’ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο · “ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐ δὲ ὑμεῖς βαστάζειν δυνήσεσθε”. οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν. 161κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν · εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ’αὐτοῦ μαθοῦσα ἔφη · “ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς”. πρὸς ἄνδρα φιλόνεικον. 162κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τότε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. καὶ ὃς ἀπελαθεὶς ὑπ’αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς. οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. οὕτωτε συνέβη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς. 163Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’αὐτοῖς βασιλέα. τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. οὕτωτε συνέβη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι. οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται. Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’αὐτοῖς βασιλέα. τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. οὕτωτε συνέβη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι. οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται. Ζεύς, βουλόμενος καταστῆσαι βασιλέα ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ βασιλέα αὐτοῖς. ὁ δὲ κολοιὸς συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν ὅπου τὰ λοιπὰ ὄρνεα ἐλούετο, τὰ πίπτοντα ἐκείνοις πτερὰ συλλέξας, ἑαυτῷ περιέθηκε καὶ συνήρμοσεν αὐτά. συνέβη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. μέλλοντος οὖν τοῦ Διὸς χειροτονεῖν βασιλέα τούτοις τὸν κολοιὸν διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον αὐτῶν τὸ ἴδιον πτερὸν ἔλαβε, καὶ ὁ κολοιὸς πάλιν ἦν κολοιός. ὁ μῦθος δηλοῖ ὅτι οὕτως πολλοὶ τῶν ἀνθρώπων χρεωφειλέται, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσιν εἶναί τινες · ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται. Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν · “εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ τοῦ Διός”. ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων. ὁ Ζεὺς δὲ τὸ κάλλος θαμβηθεὶς τὴν νίκην τούτῳ παρέχειν ἔμελλεν, εἰ μὴ χελιδὼν Ἀθηναία τοῦτον ἤλεγξε, τὸ πτερὸν αὑτῆς ἐκσπάσασα. τα- ταὐτὸ δὲ καὶ τῶν λοιπῶν ὀρνέων ποιησάντων, διεγνώσθη κολοιὸς ὤν. ὅτι ὄνειδός ἐστιν ἀνθρώπῳ ἐξ ἀλλοτρίου πλούτου κοσμεῖσθαι ἑαυτόν, ὅτι κατάδηλος πᾶσι καὶ φανερὸς γίνεται. πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν. ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις · ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεβάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς · ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη. ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος. 164κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο · ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα ἀμφιγνοήσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς · κα- κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. οὕτωτε δυοῖν ἐπιθυμήσας οὐ δὲ μιᾶς ἔτυχεν. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται. κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο · ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν, ἐξήλασαν παίουσαι. καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. κα- κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες, τῆς μεθ’αὑτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν. ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις. 165κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ’ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν · “ἀλλ’ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας”. οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες. 166κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθητε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη · “ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι”. πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος. κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι, στᾶσα κάτωθεν, ἐπῄνει αὐτὸν ὡς εὐμεγέθες καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι “ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων, καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες · ἀλλ’ὢ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις”. ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὸ κρέας μεγάλα ἐκεκράγει. ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαβε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ · “ἔχεις, κόραξ, ἅπαντα · νοῦς δέ σε λείπει”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι · πολλάκις γὰρ βλάβος αὐτῷ ἐκ τούτων γίνεται. κόραξ τυρὸν ἔδακνεν · ἡ δὲ πανοῦργος ἀλώπηξ τὸν τυρὸν ἐξέλθουσα φαγεῖν ἐπαίνῳ τὸν κόρακα ἐξηπάτα φάσκουσα ὡς “πάντων ὀρνέων εὐπρεπείᾳ διαφέρεις ἔντε πτεροῖς καὶ αὐχένι, καὶ στῆθος ἔχεις ἀετοῦ καὶ ὄνυχας · ἀλλ’ὁ τοιοῦτος ὄρνις ἄφωνος εἶ καὶ κωφός”. κόραξ δὲ τοῖς ἐπαίνοις χαυνωθεὶς τὸν τυρόντε τοῦ στόματος ἐκβαλὼν ἐκεκράγει μεγάλα. τοῦτον δὲ ἡ ἀλώπηξ ἁρπάσασα ἔφη · “ἔχεις, κόραξ, ἅπαντα · νοῦς δέ σοι λείπει”. ὅτι οὐ δεῖ τινα τοῖς κολάκων ἐπαίνοις τυφοῦσθαι καὶ ἐπαίρεσθαι · βλάβη γὰρ αὐτοῖς ἀντὶ τῆς τοιαύτης τιμῆς ἕπεται. κόραξ ἐπὶ κλωνὸς καθήμενος δένδρου κρέας ἔφερεν τῷ στόματι κατέχων. τοῦτον δ’ἀλώπηξ ἄνω θεασαμένη κάτωθεν ἕστη προσφέρουσα ἐπαίνους · “ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις”. ταῦτα λέγουσα προσάγει καὶ “τὸ εἶναι σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων, εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα · τοῦτό γ’εἰκάζω, ἄλαλος οὕτως πέλεις”. ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως. δραμοῦσα δ’ἀλώπηξ καὶ λαβοῦσα κρέας · “ἔχεις,” ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον, “ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει”. κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει · ψυχῆς δὲ κόρας ὀρύττει κολακία. 167κόραξ ὑπὸ παγίδος κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν. σωθεὶς δὲ τοῦ κινδύνου τῆς ὑποσχέσεως ἐπελάθετο. πάλιν δὲ ὑφ’ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. ὁ δὲ πρὸς αὐτὸν ἔφη · “ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας”; ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς. κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. ὁ δὲ πρὸς αὐτὸν εἶπεν · “ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας”; 168κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη · “ἀλλ’ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι”. οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ἄνδρα ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν. 169κόραξ νοσῶν ἔφη τῇ μητρί · “μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει”. ἡ δ’ὑπολαβοῦσα ἔφη · “τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη”; ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει · “εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει”. ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη · “καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη”; ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν · “εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε”. ἡ δὲ εἶπεν · “τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη”; ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν · “εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου”. ἡ δὲ εἶπε · “καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη”; 170κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν · “οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ · οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων · κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν”. ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον. κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων · “οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ · οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ δὲ κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα”. ὁ μῦθος δηλοῖ ὅτι τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον. κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων · “οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ · οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην · κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη † περιεῖλέ μου τὴν κουκουλίθραν. †” ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμβάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων. 171κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’αὐτῶν μαρτυρεῖσθαι, ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι · καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη · “ἀλλ’ἀπίωμεν, ὦ φίλοι · κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει”. οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη · “ἀπίωμεν, ὦ οὗτοι · κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι. 172κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ’ἑστίασιν ἐκάλεσεν. ὁ δὲ ἔφη πρὸς αὐτήν · “τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι”. καὶ ἡ κορώνη ἀπεκρίνατο · “ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ”. οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐπὶ ἑστίασιν ἐκάλει. ὁ δὲ πρὸς αὐτὴν ἔφη · “τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κα- κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν”. καὶ ἡ κορώνη πρὸς αὐτόν · “διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι”. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. 173γεωργοῦ παῖς κοχλίας ὤπτα · ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη · “ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε”. ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον. 174ἀνὴρ εὐπορῶν χῆνάτε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι · τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ’οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται. 175τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη · “ἀλλ’εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’οὐκ ἔθυον”. οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν. 176ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ’ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν · “ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν”. οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν. ἔχων τις δύο κύνας, τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κα- κἀκεῖνον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν καθ’ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαβὼν αὐτὸς εἶπε · “μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν”. ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν. 177κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. συνέβη δὲ αὐταῖς πινούσαις διαρραγῆναι πρὶν ἤ τῶν βυρσῶν ἐφικέσθαι. οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι. 178δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη · “ἀλλ’ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι”. οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν τοῦτον ἰάσασθαι δυνάμενον. καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ · “ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαβὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος”. ὁ δὲ γελάσας ἔφη · “ἀλλ’ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ · “ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαβὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος”. κα- κἀκεῖνος γελάσας ἔφη · “ἀλλ’εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι”. ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται. 179ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων · “ὦ φίλε, δεῦρο συνδείπνησόν μοι”. ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ · “βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη · τραφήσομαίτε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι”. ταῦτα καθ’ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κα- κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. τῶν τις δὲ κυνῶν, τῶν καθ’ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα · “πῶς ἐδείπνησας, φίλος”; ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη · “ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. ἄνθρωπος δέ τις δεῖπνον παρετοιμάζει εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. αὐτοῦ δ’ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων · “ὦ φίλε, δεῦρο δείπνησον ὧδε”. ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ · “βαβαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη · ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε · τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου”. ταῦτα οὖν λέγων καθ’ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν, οὐρὰν περιστρέφοντα ὧδε κα- κἀκεῖσε, κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων. ὁ δε κατιὼν ἀπῄει ἀνακράζων. τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων κα- κἀπερωτώντων · “πῶς ἐδείπνησας, φίλε”; οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐβόα · “ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. ἄνθρωπός τις δεῖπνον ἡτοίμαζεν εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων · “ὦ φίλε, δεῦρο δείπνησον ὧδε”. ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο · “βαβαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη · ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι”. ταῦτα καθ’ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον. ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κα- κἀκεῖσε περιστρέφοντα, κατασχὼν ἐκ τοῦ σκέλους, ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. ὁ δὲ κατιὼν ἀπῄει κράζων. τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐπερωτώντων αὐτόν · “πῶς ἐδείπνησας”; ὑπολαβὼν ἔφη πρὸς αὐτούς · “ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. δεῖπνόν τις εἶχεν. ὁ δὲ τούτου κύων ἕτερον κύνα φίλον αὐτοῦ ἐκάλει. ὁ δὲ ἦλθεν. ὁ μάγειρος δὲ ἄρας αὐτὸν τοῦ σκέλους ἔρριψεν ἔξω. τῶν κυνῶν δὲ ἐρωτώντων αὐτὸν πῶς ἐδείπνησε · “τοιαῦτα ἔφη ὅτι οὐ δὲ τὴν ὁδὸν οἶδα ὅθεν ἐξῆλθον”. ὅτι πολλάκις οἱ ἐκβληθέντες ὡς ἀνάξιοι δόξης αἰσχυνόμενοι πειρῶνται κενοδοξεῖν διὰ λόγων. δεῖπνόν τις ἐτέλει λαμπρόν. ὁ δὲ τούτου κύων ἕτερον κύνα διὰ φιλίας εἰς τὸ δεῖπνον μετεκαλεῖτο. τοῦ δὲ κεκλημένου καταλαβόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαβὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν. ὁ δὲ ἀναστὰς πρὸς φυγὴν ἐτράπετο. τῶν δὲ ὑπαντώντων κυνῶν ἐπερομένων αὐτὸν πῶς τῷ δείπνῳ ἐπανεπαύσατο, εἶπε · “τῇ τρυφῇ καρωθεὶς οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”. ὅτι πολλάκις διὰ λόγου τινὲς τὴν ἀτιμίαν αὑτῶν πειρῶνται διασκεδάζειν. δεῖπνόν τις ἄνθρωπος εἶχεν. ὁ δὲ τούτου κύων ἕτερον κύνα ἑαυτοῦ φίλον ἐπὶ τὸ δεῖπνον ἐκάλει. ἐλθόντα οὖν ὁ μάγειρος αὐτὸν ἐκ τῶν ποδῶν ἄρας τοῦ μαγειρίου ἔρριψεν ἔξω. τῶν δὲ λοιπῶν κυνῶν ἐν τῇ ὁδῷ ἐρωτώντων ὅπως ἐδείπνησεν · “οὕτως, ἔφη, ὥστε οὐ δὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον”. 180κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον · “τί φεύγεις”; ὁ δὲ εἶπεν · “ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω · ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος”. οἱ δὲ πρὸς ἀλλήλους εἶπον · “καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα”. ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν. κύων θηρευτικὸς ῥήξας τοὺς δεσμοὺς τοῦ τραχήλου ἔφευγε διὰ τῶν ἀμφόδων. κύνες δὲ ἕτεροι οἷάπερ ταῦρον ἰδόντες εὐπαθῆ, τὴς αἰτίαν τῆς φυγῆς ἐπηρώτων. ὁ δὲ εἶπεν · “ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι · ἀεὶ μέντοι πλησίον εἰμὶ θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος”. οἱ δὲ πρὸς ἀλλήλους εἶπον · “καλῶς ἡμῖν τὸ πενιχρῶς ζῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις”. 181κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. τῆς δὲ νυκτὸς καταλαβούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναβὰς ἐν τοῖς κλάδοις ἐκάθισεν · ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαβούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐβόα πρὸς αὐτόν · “ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις · κατάβηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι”. ὁ δὲ ἀλέκτωρ ὑπολαβὼν ἔφη αὐτῇ · “ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον”. τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν. ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται. κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου · ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κα- κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι. 182ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε · “δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα”. διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις. 183κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν. ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν · “ἀλλ’, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας”. πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος. κύων λαγωὸν διώξας ἐκράτησεν καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. καὶ ὁ λαγωὸς εἶπεν · “εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρός, τί σαίνεις οὐρήν”; ὅτι τοῖς τὸ ἦθος ἀνθρώποις παλίμβουλον κεκτημένοις οὔτε ἀπιστεῖν ἔνεστι οὔτε πιστεύειν. 184κύων εἴς τι μαγειρεῖον εἰσελθών, τοῦ μαγείρου ἀσχοληθέντος, καρδίαν ἁρπάσας ἔφυγεν. ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν · “ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε · οὐ γὰρ ἀπ’ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ἐμοὶ καρδίαν δέδωκας”. ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν · “ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε · οὐ γὰρ ἀπ’ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ἐμοὶ καρδίαν ἔδωκας”. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα, ἁρπάσας ἔφυγεν καρδίαν προβάτου. ἔφησε δ’ὁ μάγειρος πρὸς κύνα οὕτως · “ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις · ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμβάνειν, ταύτην ἐγὼ ἔλαβον διπλῆν ἐκ σοῦ γε”. ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη. 185κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο. λύκος δὲ θεασάμενος καὶ συλλαβὼν οἷόςτε ἦν καταφαγεῖν. ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων · “νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός · μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν · ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με”. ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε · μεθ’ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. ὁ δὲ ὑποτυχὼν ἔφη · “ἀλλ’, ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς”. οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα εἰς ὕστερον φυλάσσονται. κύων πρό τινος ἐπαύλεως ἐκοιμᾶτο. λύκος δὲ τοῦτον θεασάμενος ἔδραμεν ἐπ’αὐτόν, μέλλων αὐτὸν καταφαγεῖν. ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων · “νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός · μικρὸν δὲ ἀνάμεινόν με · μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι”. ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν · μεθ’ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. ὁ δὲ σταθεὶς κάτω ἐπεκαλεῖτο αὐτόν, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. ὑπολαβὼν δὲ ὁ κύων ἔφη αὐτῷ · “ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς”. ὁ μῦθος δηλοῖ ὅτι οὕτω οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται. κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. λύκου δ’ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. “νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός · ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κα- κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι”. ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε · μεθ’ἡμέρας δ’ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. καὶ ὁ κύων · “ἀλλ’, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς”. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται. καθεύδων κύων ἐν αὐλῇ τοῦ δεσπότου, λύκος ἐθεάσατο νυκτί γε τοῦτον καὶ δραμὼν ἐκράτησεν ἐκ τοῦ σφονδύλου. ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως · “μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ · πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι · ἀλλὰ μικρόν με μέθες · καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν”. ὁ δ’αἱμοβόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα. αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ’ἡμέρας, ἀλλ’οἴκοι κοιμώμενον εὗρε τὸν κύνα, καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεβόα · “τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε”. “ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει, πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε, μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους”. ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον. 186κύων κρέας ἔχουσα ποταμὸν διέβαινε · θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐ δὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος. κύων κρέας φέρων ποταμὸν διέβαινε · θεασάμενος δὲ τὴν ἑαυτοῦ σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαβεν ἕτερον κύνα εἶναι μεῖζον κρέας κατέχοντα, καὶ ἀφεὶς τὸ ἴδιον ὥρμησεν τὸ ἐκείνου λαβεῖν. συνέβη δὲ αὐτὸν ἀπολέσαι ἀμφότερα, τὸ μὲν, διότι οὐ δὲ ἦν, ὅτι ὃ κατεῖχεν ὑπὸ τοῦ ῥεύματος κατεσύρη. ὁ μῦθος δηλοῖ ὅτι οἱ πλειόνων ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀπόλλουσιν. κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον · σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κα- κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον · καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας · τὸ δ’ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε · ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα. τοῦτο παρίστησι σαφῶς ὡς ὁ λιχνεύων τὸ μέγιστον χαίνει καὶ τὸ ἧττον, καὶ ὁ θέλων πλεῖστα ἐσθίειν χαίνει καὶ τὰ μικρὰ. κύων ἐκ μαγειρείου κρέας κλέψας ποταμὸν διεπέρα · τὴν δὲ σκιὰν τοῦ κρέατος μείζω ἰδών, εἰς τὸ ὕδωρ ἐφῆκε τὸ κρέας καὶ τῇ σκιᾷ ἐπέδραμεν · κα- κἀκείνης μὲν ἠστόχησε, προσαπώλεσε δὲ καὶ τὸ κρέας ὃ εἶχεν. ὅτι ὁ τοῦ ἀπλήστου ἀνδρὸς βίος ταῖς ματαίαις ἐλπίσι καὶ ἀβεβαίοις ἀναλοῦται. 187λάθρᾳ κύων ἔδακνε. τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. γραῦς δὲ κύων εἶπεν αὐτῷ · “τί φαντάζῃ; οὐ δι’ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ἔλεγχον τῆς κεκρυμμένης σου κακίας”. ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν. λάθρᾳ κύων ἔδακνε τοὺς ἐντυγχάνοντας. ὥστε δὲ εἶναι τοῦτον διάδηλον, ὁ δεσπότης κώδωνα ἐπὶ τοῦ τραχήλου ἐκρέμασε. αὐτὸς δὲ ἐπὶ τούτῳ ἠλαζονεύετο. γέρων δὲ κύων αὐτὸν ἰδὼν ἔφη · “ὦ μάταιε, τί ἐπὶ τούτῳ μέγα κομπάζεις; οὐ γὰρ δι’ἀρετὴν τοῦτον φέρεις, ἀλλὰ δι’ἔλεγχον τῆς κεκρυμμένης σου κακίας”. 188κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς το- τοὐπίσω ἔφυγεν. ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη · “ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐ δὲ τὸν βρυχηθμὸν ὑπέμεινας”; ὁ λόγος λεχθείη ἂν ἐπ’ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν. κύων λέοντα διώκει κατὰ κράτος. λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε ᾤχετο φυγὰς τρομάξας εἰς το- τοὐπίσω. τοῦτον δ’ἀλώπηξ προσιδοῦσ’ἐπεφώνει · “πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις”; ἄφρων δ’ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν · νίκηςτε στέρεται καὶ πρὸς τούτοις γελοῖα πάσχει. 189κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν · “οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ · εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον”. καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν. ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο · καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο. 190κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. ὁ δὲ ὑποτυχὼν εἶπεν · “ἀλλ’οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι”. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι. κώνωψ ἐπὶ κέρατος βοὸς ἐκαθέσθη καὶ ηὔλει. εἶπε δὲ πρὸς τὸν βοῦν · “εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω”. ὁ δὲ ἔφη · “οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι”. ὅτι τοὺς εὐτελεῖς καὶ ἀδόξους καὶ μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος. 191λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφησαν · “ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε”. ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. λαγωοί ποτε παρατασσόμενοι ἀετοὺς πολεμῆσαι παρεκάλουν ἐλθεῖν εἰς συμμαχίαν αὐτῶν ἀλώπεκας. αἱ δὲ εἶπον · “ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε”. ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν. 192λαγωοὶ καταγνόντες τῆς ἑαυτῶν δειλίας ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς · “ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν · ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα”. οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται. οἱ λαγωοὶ δὲ ἅπαντες συνελθόντες ἐβόων ταῦτα πρὸς ἀλλήλους θρηνοῦντες · “ἵνα τί δεινός ἐστιν ἡμῶν ὁ βίος; καὶ γὰρ ἀετοὶ ἄνθρωποίτε καὶ κύνες ἅπαντες ἡμᾶς πειρῶνται καταθῦσαι. βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν τῷ φόβῳ”. ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες ἀπερρίφησαν εἰς τὸ ὕδωρ αὐτίκα. εἷς δὲ λαγωὸς στρατηγέτης ὑπάρχων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα · “στῆτε, ἀδελφοί, μηδὲν κακὸν παθόντες · ὡς γὰρ ὁρᾶτε, δειλότερα τυγχάνει ταῦτα τὰ ζῷα πλέον ἡμῶν ἁπάντων”. οὗτος ὁ μῦθος δηλοῖ ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παρηγορίαν φέρει τὸ καὶ ἑτέρους ὁρᾶν κακοπαθοῦντας. ὅλοι λαγωοὶ συναχθέντες εἰς ἕνα βουλὴν βουλεύονται πάντες συμπνιγῆναι. “πάντη γάρ ἐστι δεινὸς ἡμῶν ὁ βίος. γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίβει”. ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι. οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες ἀπεπήδησαν, ὡς ἔθος τοῖς βατράχοις. εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα · “στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες · ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει”. τοῦτο οὕτως λέγει · οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι · ἐπὰν δέ τινας ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου. οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως · καὶ γὰρ καὶ ὑπ’ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται · βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ τα- ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη · “στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε · ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ἐστὶ ζῷα δειλότερα”. ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται. οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον · “ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος · καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν · βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι”. ταῦτα εἰπόντες ἀπῄεσαν. οἱ δὲ ἐπὶ τῆς ὄχθης καὶ τοῦ χείλους τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν ἑαυτοὺς ἐν τῇ λίμνῃ ἐκ τοῦ φόβου. εἷς δέ τις γερὼν λαγωὸς ἔφη · “στῆτε, καὶ μὴ ἀπογνῶμεν ἑαυτῶν · εἰσὶ γάρ, ὡς ὁρᾶτε, καὶ ὑπὲρ ἡμᾶς ἄλλοι δειλότεροι”. ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παραμυθίαν φέρει τὸ καὶ ἑτέρους χείρονα παθόντας ὁρᾶν. οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον · “ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος · καὶ γὰρ ἀετοὶ καὶ κύνεςτε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι”. ταῦτ’οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ. οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόβου. εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους · “στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν · εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν”. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν. 193ὁ λαγωὸς τῇ ἀλώπεκι · “ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν”; ἡ δὲ ἀλώπηξ · “εἰ ἀπιστεῖς, ἔφη, δεῦρο · ἐγὼ ἑστιῶ σε”. ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. ὁ δὲ λαγωὸς ἔφη · “σὺν κακῷ μέν, ἀλλ’ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ’ἀπὸ τοῦ δολοῦν”. ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργείᾳ χρωμένοις. 194λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη · “ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ”. οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν. 195λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν · “ἕνα, ἔφη, ἀλλὰ λέοντα”. ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν. λεαίνης τόκον ὀνειδίζουσ’ἀλώπηξ ἔφασκεν αὐτῷ πῶς μόνος ἐγεννήθη καὶ μονοτόκος ἡ μήτηρ τούτου πέλει. ὁ δὲ σκύμνος πρὸς αὐτὴν οὕτως ἀντέφη · “ἕνα μὲν σκύμνον ἡ ἐμὴ μήτηρ τίκτει, ἀλλὰ λέοντά γε, ὡς νῦν ἐμὲ βλέπεις”. πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ. στάσις δὲ ἦλθε πᾶσι τοῖς τετραπόδοις καύχημα κατέχουσα εἰς παίδων πλήθη. καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες · “εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις”. ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει · “σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ”. ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. λέαινα, πάντων τῶν τετραπόδων καυχωμένων εἰς παίδων πλῆθος, ἐπεὶ καὶ τῇ λεαίνῃ ἔφασκον βοῶντες · “εἰπὲ καὶ σὺ τὸ πόσους τίκτεις παῖδας,” ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει · “σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάντως”. ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει διαπρέπων ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. φασὶν ὗν καυχωμένην ἀγέλην παίδων ἔχουσαν εἰπεῖν τῇ λεαίνῃ · “πόσους παῖδας σὺ γεννᾷς”; ἡ δὲ εἶπεν · “ἕνα μέν, ἀλλὰ γενναῖον”. ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ ἢ καὶ φρονήσει διαφέρων ἢ πολλοὶ δειλοὶ καὶ ἄνανδροι ἢ καὶ ἄφρονες. 196λέων τις ἐβασίλευσεν οὐχὶ θυμώδης, οὐ δὲ ὠμός, οὐ δὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. ὁ πτὼξ δὲ ἔφη · “πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν”. ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν. 197λέων γηράσας καὶ μὴ δυνάμενος δι’ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ἐπινοίας τοῦτο πρᾶξαι. καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν · καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμβάνων κατήσθιε. πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. τοῦ δὲ εἰπόντος · “κακῶς,” καὶ τὴν αἰτίαν ἐρομένου δι’ἣν οὐκ εἴσεισιν, ἔφη · “ἀλλ’ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός”. οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν. λέων γηράσας καὶ μὴ δυνάμενος διακρέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι’ἐπινοίας τι πρᾶξαι. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμβάνων, κατήσθιεν αὐτά. πολλῶν οὖν ζῴων ἀναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου, ἐπυνθάνετο πῶς ἔχει. τοῦ δὲ εἰπόντος · “κακῶς,” καὶ τὴν αἰτίαν πυνθανομένου δι’ἣν οὐκ εἰσέρχεται, ἡ ἀλώπηξ ἔφη · “ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόντων, ὀλίγων δὲ ἐξιόντων”. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν. λέων γηράσας καὶ μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν, ἔγνω μηχανήσασθαί τι πρὸς ὠφέλειαν ἑαυτοῦ. καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. παραγινομένων δὲ τῶν ζῴων πρὸς αὐτὸν ἐπισκέψεως χάριν, συλλαμβάνων αὐτὰ κατήσθιε. πολλῶν οὖν θηρίων οὕτως ἀναλωθέντων, ἡ ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἠρώτα αὐτόν · “πῶς ἔχεις”; τοῦ δὲ εἰπόντος · “κακῶς,” καὶ ἐρωτήσαντος · “διὰ τί, ὦ συντέκνισα, οὐκ εἰσέρχῃ εἴσω”; ἡ ἀλώπηξ ἔφη · “ὅτι ὁρῶ, κύριέ μου, πολλὰ μὲν εἰσιόντα τῶν θηρίων, ὀλίγα δὲ ἐξιόντα”. λέων μὴ δυνάμενος αὑτῷ ἐκ γήρως ἀρκέσαι τροφὴν πορίζεσθαι ἰδίαν, εὗρε δι’ἐπινοίας πρᾶξιν ἀρίστην, καί τι σπήλαιον εὑρὼν εἰσῄει τοῦτο · νοσεῖν δὲ προσεποιεῖτο πεσὼν τῇ κλίνῃ. τούτου δ’ἐπισκέψεως τὰ ζῷα χάριν ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε. αὐτὸς δὲ κατήσθιεν ὡς αἱμοβόρος. εἰσῆλθεν οὖν ὑστάτη ἀλώπηξ τούτων, θυρᾶς γοῦν ἔξω σταθεῖσα τῆς τοῦ σπηλαίου. “εὖ σοι, βασιλεῦ, ἔφη · πῶς ἔχεις, γίγα”; “κακῶς” εἰπόντος, ἠρώτα τὴν αἰτίαν δι’ἣν ἔξω ἱστᾶσα οὐκ ἔρχῃ ἔσω. τὸν δ’ἀπαμειβομένη ἀλώπηξ ἔφη · “Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε · οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ὀλίγοι ἐντεῦθεν · οὐκ ἔρχομαι · καλῶς γὰρ οἶμαι · τοῦτο δὲ λέγε”. οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν. λέων γηράσας κυνηγεῖν οὐκ ἠδύνατο · ἔκειτο δὲ ἐν τῷ σπηλαίῳ προσποιούμενος νοσεῖν, καὶ τὴν φωνὴν λεπτύνων καὶ ἀσθμαίνων. ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν · ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν · ὁ δὲ ἀκόπως λαμβάνων κατήσθιεν. ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη · “βασιλεῦ, πῶς ἔχεις; – κακῶς, εἶπεν · ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον”. ἡ δὲ ἔφη · “ὑγίαινε, ἐγὼ δὲ ἄπειμι · πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μη δ’ὅλως δὲ ἐξιόντων”. ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαβὼν πταίσας. λέων γηράσας καὶ τροφῆς ἀπορῶν νοσεῖν ὑπεκρίνετο · πάντα δὲ τὰ ζῷα εἰς θέαν αὐτοῦ ἀφικόμενα ἀπόνως ταῦτα συλλαμβάνων κατήσθιεν. ἀλώπηξ δὲ τοῦτο νοήσασα πόρρωθεν αὐτὸν προσηγόρευε. ὁ δὲ λέων ἔφη · “δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις ἀσθενοῦντα παραμύθησαι”. ἡ δὲ ἔφη · “ὑγίαινε, βασιλεῦ, ἐγὼ δὲ ἄπειμι · πολλῶν γὰρ θηρίων ἴχνη βλέπω εἰσιόντων, ἐξιόντα δὲ οὐδενός”. 198λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν · “ἀλλὰ σύ γε δίκαια πέπονθας · τί γὰρ τοῦτον συγκλεῖσαι ἐβούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν”; οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν. 199λέων ἐρασθεὶς γεωργοῦ θυγατρὸς, ταύτην ἐμνηστεύσατο. ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μη δὲ ἀρνήσασθαι διὰ φόβον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει · μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούςτε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ · τούτους γὰρ δεδοικέναι τὴν κόρην. τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν. ὁ λόγος δηλοῖ ὅτι οἱ ῥᾳδίως τοῖς πέλας πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται οἷς πρότερον φοβεροὶ καθεστήκεσαν. λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ, ταύτῃ μνηστευθῆναι ἐβούλετο. ἐπέκειτο οὖν ἐκβιάζων τὸν πατέρα αὐτῆς · ὁ δὲ πατὴρ αὐτῆς ἔλεγε μὴ ἐκδοῦναι θηρίῳ τὴν ἑαυτοῦ θυγατέρα. ὁ λέων οὖν ἠπείλει αὐτῷ · ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόβον ἀναβάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα · “οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς · ταῦτα γὰρ ἡ κόρη δέδοικεν”. ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέβαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. ὁ δὲ γεωργὸς καταφρονήσας αὐτοῦ ῥοπάλοις αὐτὸν ἐδίωξεν. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπιστεύοντες εὐάλωτοι τούτοις γίνονται. λέων ἐρασθεὶς γηπόνου θυγατέρα, ταύτην μνηστευθεὶς ἐβούλετο πρὸς γάμον. ἐπέκειτο γοῦν βιάζων καθ’ἑκάστην γονεῖς τῆς κόρης δοῦναι τὴν θυγατέρα. ὁ δὲ γέρων ἔλεγε μὴ δοῦναι ταύτην θήραν ἥμερον λέοντι βλοσυρώδει φύσιν τὴν ἀνθρώπινον ἡμερωτάτην. πρὸς τόνδ’ἠπείλει δεινῶς ὁ λέων λέγων · “σπαράξαι σ’ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι”. τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ἀμειβόμενος ἔφησε λόγον · “ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει · λοιπὸν ἔκβαλ’ὀδόντας καὶ λήψει τήνδε · τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κα- κὀδόντας”. χάριν ἔρωτος, βαβαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσβυν κόρην γε ζητῶν δίχ’ὀδόντων κα- κὀνύχων. ῥοπάλοις γε διώκει τοῦτον ὁ γέρων · “ἔξελθ’οἴκων ἐμῶν · ἄοπλος ὑπάρχεις”. ὁ ἐχθροῖς πιστεύων ὅλος φθείρεται ὑπὸ τούτων. 200λέων νοσήσας ἔκειτο ἐν φάραγγι · τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν · “εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας · ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας”. ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις · προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη · “ἀγαθά σοι ἦλθον μηνῦσαι · οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι · νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. ἐβουλεύετο οὖν ποῖον τῶν θηρίων μετ’αὐτὸν βασιλεύσει. ἔφη δὲ ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών · ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ; ἀλλ’εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ · χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ”. οὕτως εἶπεν ἡ ἀλώπηξ. τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν · λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη · καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. ἡ δὲ εἶπεν · “χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ὅμως ὑπουργήσω σοι”. καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας · ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ. εὗρε δὲ αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν · “ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με · εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε”. ἡ δὲ εἶπεν · “οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων · σὺ δὲ οὐ δὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι · οἴμοι, πονηρὸν δεσπότην. ἀλλ’ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόβατον. ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος · ἐγὼ δὲ μόνῃ σοι δουλεύσω”. οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα αὐτῆς καταπίνων. ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα · καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. ὁ δὲ λέων ἅπαντα ἐρευνήσας μόνην καρδίαν ἐπεζήτει. ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη · “αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν · μὴ ἔτι ζήτει · ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν”. ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ. λέων νοσήσας πρὸς τὴν ἀλώπεκα ἔφη · “εἰ χαριεῖσθαι μοι θέλεις, τὴν ἔλαφον τοῖς πιθανοῖς σου λόγοις ἐξαπατήσασα κόμιζε · τῶν γὰρ ἐγκάτων αὐτῆς ἐπιθυμῶ καὶ τῆς καρδίας”. ἡ δὲ πρὸς τὴν ἔλαφον ἀπελθοῦσα · “ἀγαθῶν μηνυτὴς ἧκον,” ἔφη. ἡ δὲ τὴν ἀγγελίαν ἠρώτα. ἡ δὲ ἀλώπηξ · “ὁ λέων, φησίν, ἀποθνῄσκων διάδοχον βασιλείας ἐζήτει · τὸν σῦν οὖν παρῃτήσατο ὡς ἀγνώμονα, ἄρκον δὲ ὡς νωθρόν, πάρδαλιν ὡς θυμώδη καὶ τίγριν ὡς ἀλαζόνα · μόνη δ’αὐτῷ εἰς βασιλείαν ἐκρίθης ἀξία διάτε τὸ μέγεθος καὶ κάλλος, τῶν κεράτων τήν δύναμιν καὶ τῆς ζωῆς τὴν μακρότητα · δεῦρο οὖν μετ’ἐμοῦ καὶ παρακαθημένη ζῶντι τῷ λέοντι τὴν βασιλείαν μετὰ τὸν ἐκείνου θάνατον λάμβανε”. ἀκούσασα δὲ τῶν λόγων τῆς ἀλώπεκος καὶ πεισθεῖσα ἡ ἔλαφος ἠκολούθησε μεχρὶ τοῦ σπηλαίου ἐν ᾧ ὁ λέων ἔκειτο. ὁ δὲ λέων ἰδὼν αὐτὴν καὶ ὑπὸ τῆς χαρᾶς παρὰ καιρὸν ὁρμήσας ἐπ’αὐτὴν τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἔνυξεν. ἡ δὲ ἔλαφος φοβηθεῖσα αὖθις ταῖς ὕλαις ἐκρύπτετο. ὁ λέων δὲ βρυχώμενος ἐδυσχέραινε καὶ τὴν ἀλώπεκα αὖθις ἱκέτευε αὖθις πανουργεύσασαν αὐτὴν ἀγαγεῖν. ἡ δὲ δύσκολον τὸ πρᾶγμα τιθεμένη, ὅμως πρὸς τὴν ἔλαφον αὖθις ἐγένετο. ἡ δὲ ταύτην ἰδοῦσα ἔφη · “μηδαμῶς πλησιάσῃς μοι · ἄλλους ποιεῖ βασιλεῖς, καὶ προσάγαγε λέοντι · ἔγνων γάρ σου τὰ πανουργεύματα”. ἡ δὲ ἔφη · “ὦ ἀνόητε, ἄνανδρε πασῶν ἐλάφων καὶ δειλή, πῶς ἀκαίρως τοὺς φιλοῦντας ὑποπτεύεις; ὁ γὰρ λέων τῶν ὠτῶν σου λαβόμενος ἔμελλέν σοι κρύφα κοινολογεῖσθαι καὶ συμβουλεύειν καὶ τὰς ἐντολὰς αὐτοῦ περὶ τηλικαύτης ἀρχῆς παραδοῦναι. σὺ δὲ οὐ δὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέμεινας. καὶ νῦν θυμωθεὶς βασιλέα, οἴμοι, ποιεῖν αἱρεῖται τὸν πίθηκον, πικρὸν θηρίον καὶ πονηρόν. ἀλλ’ἐλθὲ μηδὲν φοβουμένη καὶ ταπεινώθητι. ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ τὰς πηγὰς μηδέν τι κακὸν παρὰ τοῦ λέοντος ὑποστῆναί σε”. τούτοις πεισθεῖσα ἡ δειλαία ἔλαφος αὖθις πρὸς τὸ σπήλαιον εἰσῆλθε τοῦ λέοντος. διασπάσας οὖν ταύτην ὁ λέων δεῖπνον εἶχεν τὰ ὀστᾶ αὐτῆς καὶ μυελοὺς καὶ τὰ ἔγκατα. τὴν δὲ καρδίαν λάθρα ἡ ἀλώπηξ ἁρπάσασα ἔφαγε, κέρδος ἡγησαμένη τοῦτο τῆς ταλαιπωρίας δι’ἧς ταῦτα κατώρθωσε. ὁ δὲ λέων πάντα καταφαγών, καὶ τὴν καρδίαν ἐπιμελῶς ἐξεζήτει. ἡ δ’ἀλώπηξ μακρόθεν ἑστῶσα ἔφη · “ὦ λέον, μὴ ζήτει καρδίαν · αὕτη γὰρ ἀληθῶς καρδίαν οὐκ εἶχεν · εἰ γὰρ καρδίαν εἶχεν, δὶς εἰς χεῖρας λέοντος οὐκ ἂν ἦλθεν”. 201λέων καὶ ἄρκτος, ἐλάφου νεβρὸν εὑρόντες, περὶ τούτου ἐμάχοντο. δεινῶς δὲ ὑπ’ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεβρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν · “ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν”. ὁ λόγος δηλοῖ ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους. λέων καὶ ἄρκος ἔλαφον εὗρον. περὶ τούτου ἀμφότεροι ἐμάχοντο ποῖος αὐτὸν καταθοινήσεται. δεινῶς δὲ ὑπ’ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἔκειντο ἀπεναντὶ ἀλλήλων ὡς εἰ νεκροί. ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεβρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. οἱ δὲ θεασάμενοι καὶ ἀναστῆναι μὴ δυνάμενοι ἔφασαν · “ἄθλιοι ἡμεῖς, εἴγε δι’ἀλώπεκα ἐμοχθοῦμεν”. ὁ λόγος ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ δι’ὀργῆς ἄμυναν τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἐπιφερομένους. λέων καὶ ἄρκτος ἐλάφου νεβρὸν εὑρόντες περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεβρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ ἀναστῆναι μὴ δυνάμενοι εἶπον · “ἄθλιοι ἡμεῖς, ὅτι δι’ἀλώπεκα ἐμοχθοῦμεν”. ὁ λόγος διδάσκει ὅτι εὐλογως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους. ἢ · ὅτι πολλοὶ μόχθον καὶ κόπον ἑτέρων ποιοῦνται ἴδιον κέρδος. λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι · “δείλαιοι ἡμεῖς, εἶπον, ὅτι δι’ἀλώπεκα ἐμοχθοῦμεν”. ὁ μῦθος δηλοῖ ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν. λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαίως ᾦχετο. οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον · “ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ἀλώπεκα ἐμαχόμεθα”. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται. λέων ὁ μέγας καὶ ἄρκος τὸ θηρίον εὑρόντες βοῦν ἤριζον δεινῶς εἰς τοῦτον. ὡς γοῦν ἐπετείνετο δεινῶς ἡ μάχη, ἀμφότεροι ἔκειντο κατατρωθέντες ἡμιθανεῖς, ἡμιτόμοι, νεκροὶ ὅλως. παριοῦσα δ’ἀλώπηξ, ὡς εἶδε τούτους πτῶμα δεινὸν κειμένους ἔνθεν κα- κἀκεῖσε, τὸν βοῦν δὲ μέσον κείμένον τεθνεῶτα, δάκνουσ’ἔσυρε τὸν βοῦν ἐκ μέσου τούτων τοῖς τέκνοις βρῶμα προσάγουσ’ἄλλων κόπον. ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον · ἔτυπτον, ἐσπάραττον, ἔθλιβον πέρνα “ἄθλιοί ἐσμεν, δι’ἄλλους ἐμοχθοῦμεν”. ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας ἐπιφερομένους. – ὅμοιον δ’ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ · ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ πίνουν. 202λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών · “εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς”; πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος. λέων ἀκούσας βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ αὐτὸν μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν, εἰπών · “μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω ὑπό τινος”. ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν δυνάμενον. λέων ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρόν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατέπατησεν. ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως δι’ἀκοῆς μόνης ταράττεσθαι. βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνὴν ὁ λέων, οἰόμενος μέγα τι ζῷον εἶναι. προσμείνας δὲ μικρόν, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξίοντα, προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών · “μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω”. ὁ μῦθος οὗτος πρὸς ἄνδρας γλωσσώδεις οἵτινες οὐδὲν πλέον τοῦ λαλεῖν δύνανται. λέων βάτραχον ἀκούσας κεκραγότα, τὸν δοῦπον ὡς ἤκουσεν μέγαν, ἐστράφη, μέγα γὰρ οἰόμενος εἶναι τὸ ζῷον. ὡς γοῦν ἐθεάσατο μικρόν γε τοῦτο ἔξω που ἱστάμενον μακρὰν τῆς λίμνης, τὸν βάτραχον ἔφθειρεν εἰπὼν καὶ λόγον · “τὸν ἐχέφρονα μηδεὶς ταράττῃ λόγος, ἀλλ’ἀνδρεία, φρόνησις, βουλὴ καλλίστη στερρώτερον αὐτοῦ νοῦν ἀπεργαζέσθων”. ὁ λόγος πρὸς ἄνδρας γλωσσώδεις, μηδὲν δὲ πλέον τοῦ λαλεῖν δυναμένους · οὗτοι γλῶσσαν μὲν οὖν ἔχουσι, ἰσχὺν δ’οὐ δ’ὅλως. 203λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, ὡς ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι · ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων ἐπὶ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. ὁ δὲ ὑποτυχὼν εἶπεν · “ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβαίνειν”. οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται. 204θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ · ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον · “κρεῖσσόν ἐστιν ἡμᾶς φίλους γενέσθαι ἢ βρῶμα γυψί καὶ κόραξιν”. ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν. 205λέων περιτυχών λαγωῷ κοιμωμένῳ, τοῦτον ἔμελλε καταφαγεῖν · μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωόν, ἐκείνην ἐδίωκεν. ὁ μὲν οὖν παρὰ τὸν ψόφον ἐξαναστὰς ἔφυγεν. ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν · εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη · “ἀλλ’ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα”. οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι. 206λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. παρῆσαν δ’ἐπισκεψόμενα τὸν βασιλέα, πλὴν ἀλώπεκος, τα- τἄλλα τῶν ζῴων. ὁ τοίνυν λύκος λαβόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μη δ’εἰς ἐπίσκεψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ’αὐτῆς ἐβρυχᾶτο. ἡ δ’ἀπολογίας καιρὸν αἰτήσασα · “καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ἰατρῶν ζητήσασα καὶ μαθοῦσα”; τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν · “εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ”. καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως · “οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν”. ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ἑτέρου μηχανώμενος καθ’ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει. 207λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν. ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷόςτε ἦν καταθοινήσασθαι. τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. συνέβη δὲ αὐτὸν μετ’οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι · ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη · “σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι · νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις”. ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταβολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. λέων ἀγρεύσας μῦν ἔμελλε φαγεῖν. ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων · “ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι · ἐγὼ γὰρ οὐ δὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω”. γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν. χρόνῳ δέ τινι παγίδι ἐμπεσὼν ἠγρεύθη ὁ λέων καὶ δεθεὶς ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας. ὁ μῦς δὲ ἐπιστὰς ἔφη · “δύναμαι τὴν ἀντιχάριτά σοι ἀποδοῦναι καὶ σῶσαί σε,” καὶ τὰ δεσμὰ περιφαγὼν ἔλυσε τὸν λέοντα, ἐπάξιον δοὺς μισθόν. ὅτι οἱ εὐνοοῦντες ἄνθρωποι, κα- κἂν πένητες ὦσι, δύνανται ἐν καιρῷ καὶ δυνάστην ὠφελεῖν. 208θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί · “τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος · βασιλεὺς γάρ εἰμι · τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός · ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν”. ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μη δὲ κοινωνεῖν. λέων δέ ποτε σὺν ὀνάγρῳ θηρεύει ὁμοθυμαδὸν ἐπάνω τῶν ὀρέων. ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων · “ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων · τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου · εἰ δὲ τὴν τρίτην λάβῃς, σὺν πόνῳ λήψῃ · ἧ δ’οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα”. ὅτι καλόν ἐστι μετρεῖν ἑαυτὸν ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν. 209λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν. γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατότε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐξεδίωξεν. ὁ δὲ εἶπεν · “ἀλλ’εὖ ἴσθι ὅτι κα- κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα”. οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν. 210λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. πολλὴν δὲ αὐτῶν συλλαβόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν · “ἡ τοῦ ὄνου συμφορά”. ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλὴν οὖν θήραν συλλαβόντες ἦλθον εἰς τὸ φαγεῖν. προσέταξε γοῦν τῷ ὄνῳ ὁ λέων διελεῖν αὐτήν. τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι παραινοῦντος αὐτούς, ὁ λέων ἀγανακτήσας κατεθοινήσατο τὸν ὄνον · εἶτα προσέταξε τῇ ἀλώπεκι μοιράσαι. ἡ δὲ ἅπαντα εἰς μίαν μερίδα συνῆξε, καταλιποῦσα μικρὰν καὶ οὐδαμινὴν μερίδα ἑαυτῇ. ὁ δὲ λέων ἔφη · “ὦ φίλη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν”; ἡ δὲ ἀλώπηξ ἔφη · “ἡ τοῦ ὄνου συμφορά”. ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα. λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, ἐκλέξασθαι τούτους προὐτρέπετο. καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. ἡ δ’εἰς μίαν μερίδα πάντα σωρεύσασα ἑαυτῇ βραχύ τι κατέλιπε. καὶ ὁ λέων πρὸς αὐτήν · “τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν”; ἡ δ’εἶπεν · “ἡ τοῦ ὄνου συμφορά”. ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. λέων, ἀλώπηξ καὶ ὄνος, οἱ τρεῖς ἅμα, ἐξῆλθον ὅμου πρὸς θήραν τοῦ θηρεῦσαι. καὶ δὴ οὐ μικρὰν συλλαβόμενοι θήραν, τὸν ὄνον προσέταξαν εἰς τρεῖς μερίσαι. ὁ δὲ μερίζων τρεῖς μερίδας ἐξ ἴσου, ἀγανακτῶν ὁ λέων τὸν ὄνον τρώγει. ἀλώπεκα δεύτερον λέγει μοιράσαι. ἡ δὲ λαβοῦσα μίαν ποιεῖ μερίδα τὸ πᾶν τῆς θήρας · βραχὺ δ’ἐτίθει μόνον εἰς ἄλλο μέρος, ἄχρηστον δὲ καὶ τοῦτο. ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως · “τίς σ’ἐδίδαξε μερίζειν οὕτως, φίλη”; “ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου”. ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχάνουσι τὰ τῶν πέλας δυστυχήματα. 211λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέτε τῶν ἄλλων θηρίων δυνατώτερον · “ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι”. καὶ ὁ Προμηθεὺς ἔφη · “τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην · ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται”. ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα · “τί πάσχεις; ἔφη, καὶ τί ποτε οὐ δὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς”; καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος · “ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα”. καὶ ὁ λέων · “τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών”; ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοβεῖν. 212λέων ταῦρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ’ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάςτε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι’ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη · “ἀλλ’ἔγωγε οὐ μάτην τοῦτο ποιῶ · ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ’εἰς ταῦρον ἡτοιμασμένην”. ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. λέων ταύρῳ παμμεγέτει ἐπιβουλεύων ἐβουλήθη αὐτοῦ περιγενέσθαι. καὶ δὴ προσκαλεσάμενος ὁ λέων τὸν ταῦρον ἔφη πρὸς αὐτόν · “πρόβατον ἔθυσα, ὦ φίλε, καί, εἰ βούλει, σήμερον συνεστιαθῶμεν ὁμοῦ”. ἐβούλετο δὲ ὁ λέων μετὰ τὸ κατακλιθῆναι τὸν ταῦρον καταθοινήσασθαι αὐτόν. ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον μηδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος δι’ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη ὁ ταῦρος · “ἀλλ’ἔγωγε οὐ μάτην τοῦτο ποιῶ καὶ φεύγω, ὦ λέον · ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλ’εἰς ταῦρον ἡτοιμασμένην”. ὁ λόγος δηλοῖ ὅτι οὕτω καὶ τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι. λέων μήκιστον ἐκμηχανᾶται ταῦρον. καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως · “δεῦρ’, εἰ βούλει, σήμερον συνευφρανθῶμεν”. ταῦρον γὰρ ἐβούλετο φαγεῖν ὁ λέων. ὡς γοῦν ἐθεάσατο ἐλθὼν ὁ ταῦρος ὀβελίσκους, λέβητας καὶ πῦρ σὺν τούτοις, παλίνοστος γίνεται οἴκαδε φεύγων. αὖθις δ’ὁ λέων ἐφώνησε μεγάλως · “πόθεν καὶ ποῦ πορεύῃ, ἄριστε φίλων”; ὁ δὲ ταῦρος ἔφησεν · “ὁρῶ σοι, ἄναξ, οὐκ εἰς πρόβατον παρασκευὴν τυγχάνειν, ἀλλ’εἰς ταῦρον μήκιστον ἡτοιμασμένην”. ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. 213λέων ἐλύσσα. τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν · “οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις · τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός”; ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας. λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν · “οἴμοι τῷ ταλαιπώρῳ · τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐ δὲ σωφρονῶν φορητός”. ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοβόρον. 214λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν μῦν ηὐλαβήθη. καὶ ὃς ἀπεκρίνατο · “οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν”. ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μη δὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν. λέων ποτὲ καύματος ὥρᾳ ἔν τινι σπηλαίῳ ἀνεπαύετο. μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. ἀλώπεκος δὲ καταγελώσης, εἶπεν · “οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν πεῖραν”. ὁ λόγος δηλοῖ ὅτι τοῖς γενναίοις ἀπειρία χεῖρόν ἐστι τοῦ κολάζεσθαι. κοιμωμένου λέοντος, μῦς ἐπέδραμεν τῇ χαίτῃ αὐτοῦ. ὁ δὲ ἀνεπήδησε καὶ ἐθυμώθη. ἀλώπηξ δὲ ἰδοῦσα ἐπεγέλασεν, ὡς τοιοῦτος ὢν τὸν μῦν πτοεῖται. ὁ δὲ ἔφη · “οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω”. ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν · νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ. 215λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε. τῶν δὲ ἀντικρὺς ὁδευόντων πυνθανομένων αὐτοῦ τίνι μεμελυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου νεωστὶ καταβεβηκέναι. καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. ἡ δὲ ἔφη πρὸς αὐτόν · “ἀλλ’ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα · καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου”. οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ἐνίων ὡς φαῦλοι διαβάλλωνται, κατ’αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν. 216λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα. κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν · οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. ὁ δὲ εἶπεν · “οἴδατε τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν · οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. ἀλλὰ καὶ ἡ χροιὰ πάντων οὐκ ἔστι μία καὶ ἴση, ἀλλ’οἱ μὲν μέλανες, οἱ δὲ πυρροί, οἱ δὲ λευκοὶ καὶ τεφρώδεις. καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων”; ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται. 217οἱ λύκοι τοῖς κυσὶν εἶπον · “διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν · ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ’αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόβατα · ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. ἀλλ’ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες”. ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες · οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν. ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι. λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον · “ἵνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ · ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ · ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως · ἀλλ’οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων, κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις, μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου. εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι”. ὡς δ’ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων. ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι. 218λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάττοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ’αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. τὰ δὲ πρόβατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημαγωγοὺς ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι. 219λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ’αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. ἀλλά τις γέρων κριὸς εἶπεν · “πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι”; ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ὅρκων πεισθέντα. 220λύκος πλανώμενος ποτ’ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη · “λέοντ’ἐγὼ δέδοικα, τηλικοῦτος ὤν; πλέθρουτ’ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι”; λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι’· ὁ δ’ἐβόησε μετανοῶν · “οἴησις ἡμῖν πημάτων παραιτία”. 221λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ’αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής. ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν · “ἀλλ’οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς”. οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται. 222λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἐβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη · “ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας”. εἰπόντος δὲ ἐκείνου μη δὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν · “ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι”. ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’αὐτοῖς οὐ δὲ δικαία ἀπολογία ἰσχύει. λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως · ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει · “πέρυσιν αὐτὸς πολλὰ καθύβρισάς με”. ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐβόα · “ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ”. ὁ δὲ πρὸς αὐτόν · “τὴν ἄρουραν μου νέμεις”. ὁ δ’ἀρνὸς ἔφη · “ἀκμὴν τροφὴν οὐκ εἶδον”. πάλιν ὁ λύκος · “ἐκ τῆς πηγῆς μου πίνεις”. ὁ δ’· “οὐ πέπωκα ὕδωρ,” αὐτῷ προσεῖπε · “τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει”. ὁ δὲ συλλαβὼν καὶ φαγὼν αὐτὸν εἶπεν · “ἀλλ’ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν”. ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κα- κἂν ἀληθὴς τυγχάνῃ. λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. “σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕβρισάς με”. ὁ δέ · “πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ; – ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιβόσκῃ”. ὁ δέ · “οὐδέπω ἐβοσκήθην. – ἀλλ’ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις”. ὁ δὲ ἔφη · “οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι”. ὁ δὲ συλλαβὼν καὶ τρώγων εἶπεν · “ἀλλ’ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν”. ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κα- κἂν ἀληθὴς ὑπάρχῃ. 223λύκος ἀρνίον ἐδίωκε · τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη · “ἀλλ’αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι”. ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος. 224λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς κλαυθμυριζομένῳ παιδὶ διαπειλούσης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν · “ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν”. οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαυθμυρίζοντος καὶ γραὸς ἀπειλουμένης καὶ λεγούσης αὐτῷ · “παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ”. οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. ὡς δὲ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ · “ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν”. τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων · “ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν”. ὁ μῦθος οὗτος δηλοῖ τοὺς ἀνθρώπους οἵτινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους. λύκος λιμώττων περιῄει ζητῶν τροφήν. γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ · “παῦσαι τοῦ κλαίειν · εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ”. οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. ὡς δ’ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ · “ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν”. ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων · “ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν”. ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια. λύκος λιμώττων τροφὴν φαγεῖν ἐζήτει. τόπον δὲ κατά τιν’αὐτοῦ γενομένου, παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι, μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ. τὸν λόγον δ’ὡς ἤκουσεν ὁ λύκος τοῦτον, διατροφὴν ὡς ἔχων ἑτοίμην ἕστη, καθεῦδον δ’ἐνόμιζε φαγεῖν τὸ βρέφος. πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν · “τέκνον,” λέγουσα, “τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ”. ὁ λύκος δ’ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων · “ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι · φεῦ, πῶς οἴσω τὴν πεῖναν”; λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις. αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. ὁ δὲ λύκος τὴν γραῦν ἀληθεύειν νομίσας ἐκαρτέρησε μέχρις ἑσπέρας πεινῶν, μηδὲν λαβών. εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. ὁ δὲ εἶπεν · “πῶς γάρ τις πιστεύσας γυναικί”; ὅτι κεναῖς ἐλπίσιν ἀπατᾶται ὁ πειθόμενος γυναικῶν ὁμιλίαις. 225λύκος καταπιὼν ὀστοῦν περιῄει τὸν ἰασόμενον αὐτὸν ζητῶν. περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐκβαλεῖν. κα- κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. ὁ δὲ ὑποτυχὼν εἶπεν · “ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς”; ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιβὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’αὐτῶν. λύκου δὲ λαιμῷ ὀστέον ἐνεπήγει. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῷ προσεπιβάλλοι, ἐξανασπάσων ἐκ λαιμοῦ τὸ ὀστέον. ὁ δὲ ἐκβαλὼν τὸν μισθὸν ἐπεζήτει. οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας · “ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν”. ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. λύκου δὴ λαιμῷ ὀστέον ἐπεπήγει. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι. ἡ δ’ἐκβαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας. ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας · “ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν”. ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας. λύκου λαιμῷ ὀστοῦν ἐνεπάγη. ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν βαλὼν τὸ ὀστοῦν ἀνασπάσει καὶ τοῦ πόνου λύσει. ὁ δὲ βαλὼν τὸν μακρὸν αὐχένα αὐτοῦ τὸ ὀστοῦν βίᾳ ἐξέσπασε, καὶ τοὺς μισθοὺς ᾖτει. ὁ δὲ λύκος τοὺς ὀδόντας δείξας εἶπεν · “ἀρκεῖ σοι εἰς μισθὸν ὅτι ἐκ στόματος λύκου κεφαλὴν σῴαν ἐξῆξας”. ὅτι γνώμη κακούργου καὶ πονηροῦ πλεονέκτου οὐ ῥᾳδίως μαλαχθήσεται, οὐ δὲ τοὺς εὐεργετήσαντας ἀνταμείψεται, κα- κἂν δι’ὅλης τῆς ἡμέρας πάντα τὰ καλὰ αὐτῷ προσενέγκῃς. 226λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε · μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. ἵππῳ δὲ συντυχών, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν · “ἀλλ’, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας”. ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κα- κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται. 227λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο · “δήσας τίς σ’ἐξέθρεψε τοῦτον”; ὁ δὲ ἐφη · “κυνηγός. ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος · λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης”. ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐ δὲ γαστρίζεσθαι. 228λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρόβατον. ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν · “ἀδίκως ἀφείλου τὸ ἐμόν”. ὁ δὲ λέων γελάσας ἔφη · “σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη”; ὅτι ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει. λύκος δέ ποτ’ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰ τὴν ἰδίαν κοίτην. λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας ἦρεν ἐξ αὐτοῦ αὐτίκα τὸ ἀρνίον. στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει · “ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις”; ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει · σὺ δέ, ὦ λύκε, δικαίως τοῦτ’ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι “. ὅτι πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος. 229λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι. ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη · ” καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων · ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν “. ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη · ” ἐκ φρενὸς λύκου καλὴ γνώμη · ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου; ἄγε ταύτην εἰς μέσον ἀπομερίσας “. ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους ἀνέλυσεν. ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν. λύκος τῶν λοιπῶν κρατήσας λύκων νόμους ἔταξε πᾶσι, ἵνα πᾶν ὅ τι ἄν τις θηρεύσῃ, εἰς τὸ μέσον ἀγάγῃ ἐξ ἴσου ἑκάστῳ μερισθησόμενον. ὄνος δὲ παρελθὼν ἔφη · ” ἐκ φρενὸς λύκου καλὴ γνώμη · ἀλλὰ πῶς χθὲς συναντήσας σοι τὴν ἄγραν εἶδον ἐν τῇ κοίτῃ σου ἀποκρύψαντα “; ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους διέλυσεν. 230λύκος ἀκολουθῶν ποίμνῃ προβάτων οὐδὲν ἠδίκει. ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐ δ’ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα νοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ’αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν. ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ λύκῳ πρόβατα ἐπίστευον “; οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται. 231λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. τὸ δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεβουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι” κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς “. καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό. ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει. εἰς λύκον ἀλώπηξ ἐνέπεσεν · ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. ὁ δὲ λύκος ἔφη · ” εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ “. ἡ δὲ εἶπεν · ” εἴθε μή σοι συνήντησα · εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι “. ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. εἰς λύκου χεῖρας ἀλώπηξ ἐνέπεσεν, ἣ καὶ τὴν τοῦ γήρως προβαλλομένη ἀσθένειαν ἀπολῦσαι ἐδυσώπει. ὁ δὲ λύκος ἀντέφησεν · ” ἄλλως οὐκ ἐπιτεύξῃ σου τοῦ αἰτήματος, εἰ μή γε πρῶτον τρεῖς ἀληθεῖς ἐξείπῃς μοι λόγους “. ἡ δὲ εἶπεν · ” εἴθε μή σοι συνήντησα · εἰ δὲ συνήντησα, τυφλῷ σοι ἐνέτυχον · μηδαμῶς δὲ τῆς ὥρας ταύτης τὸ ζῆν σοι μὴ ἐπεβραβεύθη · ἴσως γὰρ πάλιν, εἰ ἐν βίῳ τούτῳ προσμενεῖς, τὴν ἐμὴν ψυχὴν ἐκθροήσεις “. εἰς λύκου χεῖρας γραῦς ἀλώπηξ ἐνέπεσεν. ἡ δὲ τοῦτον ἐδυσώπει μὴ ἀποκτεῖναι αὐτήν. ὁ δὲ λύκος ἔφη · ” εἰ τρεῖς ἀληθεῖς λόγους εἴποις μοι, ἀπολύσω σε “. ἡ δὲ ἔλεγε · ” εἴθε μηδαμῶς σοι συνήντησα · εἰ δὲ συνήντησα, τυφλῷ σοι συνήντησα, καὶ εἴθε μοι τῇ ὥρᾳ ταύτῃ ἀπέθνῃσκες, ἵνα μὴ πάλιν συνήντησάς μοι “. ἀλώπηξ ἐμπεσοῦσά ποτε εἰς λύκον ἐδυσώπει ὥστε γραῦν αὐτὴν μὴ κτεῖναι. ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐβόα · ” εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω “. εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ · ” εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων · εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων · καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’αὖθις συναντήσαις μοι, λύκε “. ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. 232λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐβέβλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος · καὶ δὴ θεασάμενος πρόβατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ · ” ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω “. τὸ δὲ ὑποτυχὸν ἔφη · ” ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ “. πρὸς ἄνδρα κακοῦργον δι’ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος. λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐβέβλητο. τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. ” εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω “. τὸ δὲ ὑποτυχὸν ἔφη · ” ἀλλ’ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ “. ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ὑποκρίσεως ἐνεδρεύοντα. 233μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ · ” φαῖνε, λύχνε, καὶ σίγα · τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει “. ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι · ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει. 234μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν · ” ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου “; τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους. μάντις ἐπ’ἀγορᾶς καθήμενος διελέγετο. ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναιτε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέτε στενάξας καὶ δρομαῖος ᾔει. τρέχοντα δέ τις αὐτὸν θεασάμενος · ” ὦ οὗτος, εἶπεν, ὁ τα- τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου “; ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους. μάντις ὢν ἐν ἀγορᾷ λέγει μαντείας, ἑκάστῳ ταύταις ἀγορεύων τὸ μέλλον. ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν λέγων ὡς οἰκία ἤνοικται καὶ τα- τἄνδον φροῦδα. ὁ δὲ ἀνεπήδησε τεταραγμένος καὶ μεγάλα στενάξας ταχέως τρέχει. τὴν δὲ κατιδὼν ἐκπλήττεται μεγάλως · ἀφήρπαστο γὰρ πάντα τὰ τῆς οἰκίας. ἀλλὰ ἕτερος ἐκεὶ παριὼν ἔφη · ” εἰ τὰ ἀλλότρια, φεῦ, προεμαντεύου, πῶς τὰ ἴδια παντελῶς οὐ προεῖδες “; ὁ φαλακρὸς πῶς ἄλλῳ μαλλοὺς ποιήσει; οὐκ ἔξεστιν. ὁ δὲ κενοὺς λόγους λέγων οὐ δὲ ἑαυτὸν δύναται ὠφελῆσαι. 235μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο ὅπως αὐταῖς ἰσχὺν παράσχηται παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν. μέλισσα πάλαι κηρίων μήτηρ οὖσα ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ μελίσσης συνετάξατο δοῦναι ὃ ἂν αἰτήσῃ. ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα · ” ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω “. ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε · ” οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ἄν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκβληθέντος τοῦ κέντρου · ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον “. ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι · ὃ γὰρ ἂν κακὸν κατ’αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. μέλισσα μήτηρ κηρίων οὖσα ἀνελήλυθεν εἰς θεούς, φέρουσα κηροὺς καὶ μέλι. τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης συνετάξατο δοῦναι αὐτῇ ὃ ἂν αἰτήσῃ. ἡ δέ · ” δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου “. ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ · ” οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαβεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον · πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμβληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ · ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον “. ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. ὁ Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. ἡ δὲ εἶπεν · ” δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον “. ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει · ἠγάπα γὰρ τοὺς ἀνθρώπους · ὅμως καὶ μὴ θέλων ἔδωκεν · εἶπε γὰρ δώσειν · τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι · ζωὴ δὲ αὐτῆς ἐστι πετομένης τὸ κέντρον. ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσι μηδεὶς κατὰ τῶν ἐχθρῶν αἰτείτω τι · ὃ γὰρ ἂν κακὸν αἰτήσηται ἐπ’αὐτὸν ἥξει. 236εἰς μελισσουργοῦ τις εἰσελθών, ἐκείνου ἀπόντος, τότε μέλι καὶ τὰ κηρία ὑφείλετο. ὁ δὲ ἐπανελθών, ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαβον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. κα- κἀκεῖνος ἔφη πρὸς αὐτάς · ” ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε “. οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται. εἰς μελιττουργεῖόν τις εἰσελθών, τοῦ κεκτημένου ἀπόντος, τὸ κηρίον ἀφείλετο. ὁ δὲ ἐπανελθών, ἐπειδὴ τὰς κυψέλας εἶδεν ἐρήμους, εἱστήκει τὸ κατ’αὐτὰς διερευνώμενος. αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαβον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. ὁ δὲ πρὸς αὐτάς · ” κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε “. ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται. 237μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτόν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἔχρωντο. ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν ποῦ εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν ὅσας ποτὲ οὐ δὲ ζῶν ὑπέμεινεν. οὕτω καὶ τῶν οἰκετῶν ἕνιοι, καίπερ τῆς δουλείας ἀφειμένοι, τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται. 238μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε · ” σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινήτε καὶ πρὸς δρόμον ὀξεῖα · κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας “; ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα · ” ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον · ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι “. ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν. νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε · ” πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. τί δή ποτ’οὖν οὕτω τούτους φοβῇ “; κα- κἀκεῖνος γελῶν εἶπεν · ” ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον · ἓν δ’οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ὅπως ἐκφέρομαι “. ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν. μόσχος πρὸς τὴν ἔλαφον εἶπεν · ” σὺ καὶ μεγέθει μείζων εἶ τῶν κυνῶν καὶ ταχύτητι διαφέρεις καὶ κέρατα πρὸς ἄμυναν ἔχεις. τί οὖν τοσοῦτον φοβῇ τοὺς κύνας “; καὶ ἡ ἔλαφος ἔφη · ” ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα · ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι “. ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κα- κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται. 239μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς τα- ταὐτόν, ὑπέλαβον ὅτι δι’ἀναρχίαν τοῦτο πάσχουσιν · ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων φανῆναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον · οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο. οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται. ποτὲ δὲ γαλαῖ ἐμάχοντο πρὸς μύας κατατροποῦσαι αὐτοὺς καὶ ἀναιροῦσαι. εἶπον δ’οἱ μύες καθ’ἑαυτοὺς τοιαῦτα · ” οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν · οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐ δὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου “. καὶ παραυτίκα συμβούλιον λαβόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες καὶ παρατάξεις αὖθις πεποιηκότες εὐθὺς ἤρξαντο κροτεῖν τὰ τοῦ πολέμου. σαλπίγγων δ’ἄφνω φωνουσῶν, κελαδοῦντες ἐναπήρξαντο πολεμεῖν πρὸς τὰς γαλέας · οἳ κατὰ κράτος ἡττήθησαν εὐθέως. καὶ ἦν κατιδεῖν, τῶν μυῶν πεφευγότων ὧδε κα- κἀκεῖσε, τοὺς τάλανας ἐν τρόμῳ. οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα · οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων οἵτε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες. ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρεῖττόν ἐστιν ἡ εὐτέλεια ὑπὲρ τὴν λαμπρότητα καὶ τὴν δόξαν τοῦ βίου. γαλαῖ καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον εἶχον μάχην. ἐνίκων δὲ ἀεὶ αἱ γαλαῖ. οἱ δὲ μύες βουλευσάμενοι ὅτι διὰ τὸ μὴ ἔχειν στρατηγοὺς ἡττῶνται, τοὺς μεγάλους μύας στρατηγοὺς προχειρισάμενοι καὶ καθοπλίσαντες τοῖς μείζοσι ξύλοις τῶν ἀχύρων ἀντὶ δοράτων, συγκροτοῦσι τὸν πόλεμον καὶ πάλιν ἡττῶνται. καὶ οἱ μὲν ἄνοπλοι μύες, ὑπὸ τὰς τρυμαλιὰς ὑπελθόντες, ἐσώθησαν · οἱ δὲ καθωπλισμένοι, μὴ δυνάμενοι εἰς τὰς ὀπὰς εἰσελθεῖν, διεφθάρησαν ὑπὸ τῶν γαλῶν. ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως ἡ εὐτέλεια ὑπὲρ τὴν δόξαν καὶ τὴν λαμπρότητα τοῦ βίου κρείττων. γαλαῖ καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον μάχην ἐκέκτηντο. ἡ δὲ νίκη ἀεὶ ταῖς γαλαῖς προσεγέλα. οἱ δὲ μύες στοχασάμενοι τὴν ἧτταν αὑτοῖς ἐκ τοῦ μὴ ἔχειν στρατηγοὺς ὡπλισμένους συμβαίνειν, τοὺς μεγίστους τῶν μυῶν στρατηγοὺς προχειρισάμενοι, ξύλοις τούτους καθώπλιζον. συγκροτήσαντες δὲ αὖθις πόλεμον καὶ ἡττηθέντες, οἱ μὲν ἄοπλοι μύες ὑπὸ ταῖς ὀπαῖς διέδυσαν · οἱ δὲ ὡπλισμένοι, ὑπὸ τῶν ξύλων εἰσελθόντες κωλυόμενοι, ὑπὸ τῶν γαλῶν διεφθάρησαν. γαλαῖ καὶ μύες ἄσπονδον εἶχον μάχην. οἱ δὲ μύες, δόρατα καὶ ἅρματα ἐξ ἀχύρου λαβόντες, συνεκρότησαν τὸν πόλεμον. αἱ δὲ γαλαῖ ὥρμησαν κατ’αὐτῶν. οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυβῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν. ὅτι ἀδύνατόν τιν’οὐ δεῖ συγκροτεῖν τοὺς πολέμους. 240μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν · ” ἀλλ’ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι · κα- κἂν ἀποθάνω, οὐδέν μοι μέλει “. ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ. μῦς εἰς χύτραν ζέουσαν κρεῶντε πλήρη ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι. ἀποθνῄσκων δ’ἔφησε τοιοῦτον λόγον · ” ἐσθίοντι, πίνοντι καί λελουμένῳ οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου “. φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, ὅταν ἐπέλθῃ ἀβασανίστως τούτοις. 241ἔν τινι ταμιείῳ μέλιτος ἐπεκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον · διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν · ” ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα “. οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται. ἔν τινι ταμείῳ μέλιτος ἐκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον. ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν, ἀναπτῆναι οὐκ εἶχον. ἀποπνιγόμεναι δ’ἔλεγον · ” ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα “. ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται. 242μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν · καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. Ζεὺς δὲ ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃς μύρμηξ καλεῖται. ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεβάλετο · μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ἄλλων πυροὺς καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κα- κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται. μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν · καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων, οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. ὁ δὲ Ζεὺς ἀγανακτήσας ἐπὶ τῇ τούτου πλεονεξίᾳ, μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃ μύρμηξ καλεῖται. ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε · μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. ὁ μῦθος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κα- κἂν τὰ μάλιστα τὸ εἶδος μεταβληθῶσι, τὸν τρόπον οὐ μεταβάλλονται. 243θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ’αὐτὸν τὸν καιρὸν μοχθεῖ παρ’ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. ὁ δὲ τότε μὲν ἡσύχαζεν · ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. ὁ δὲ ἔφη πρὸς αὐτόν · ” ὦ κάνθαρε, ἀλλ’εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου “. οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσιν. ὥρᾳ θέρους μύρμηξ περιιὼν κατά τινα ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ὅλον τὸν καιρὸν μοχθεῖ παρὰ πάντα τὰ ζῷα. ὁ δὲ μύρμηξ τότε μὲν ἡσυχάσας ὑπήνεγκεν. χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαβεῖν δεόμενος. ὁ δὲ ἔφη πρὸς αὐτόν · ” ὦ κάνθαρε, ἀλλ’εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου “. ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν. 244μύρμηξ διψήσας, κατελθὼν εἴς τινα πηγὴν βουλόμενος πιεῖν, ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔβαλε, δι’οὗ ἐπιβὰς ὁ μύρμηξ διεσώθη. ἰξευτὴς δὲ παραστὰς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν λαβεῖν ἤθελεν · ὁ δὲ μύρμηξ δακὼν εἰς τὸν πόδα τὸν ἰξευτὴν τοὺς καλάμους διασεῖσαι ἐποίησε, τὴν δὲ περιστερὰν φυγεῖν. ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει καὶ ἀλλήλοις ὠφελεῖ. μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος πιεῖν, ἀπεπνίγετο. περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν, δι’οὗ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. ἰξευτὴς δέ τις παρασταθεὶς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν συλλαβεῖν ἐβουλήθη. ὁ δὲ μύρμηξ θεασάμενος ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, ἐποίησε φυγεῖν τὴν περιστεράν. ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι; ἢ · δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις μεγάλας ἀμοιβὰς παρέχειν. μύρμηξ διψήσας καὶ κατελθὼν εἰς τὸν αἰγιαλὸν τῆς πηγῆς καὶ πιεῖν βουλόμενος ἀπεπνίγετο. περιστερὰ δὲ ἐν τῷ πέρα ἑστηκυῖα εἰς δένδρον καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν · καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’αὐτοῦ. ἰξευτὴς δέ τις συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν κρατῆσαι ἠβούλετο. ὁ δὲ μύρμηξ θεασάμενος ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. ὁ δὲ ἀλγήσας ἔρριψε τοὺς καλάμους καὶ ἐποίησε φυγεῖν τὴν περιστεράν. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν τὰ ὅμοια. μύρμηξ διψήσας τῇ πηγῇ προσπελάζει καὶ κύψας τοῦ πιεῖν ἐνέπεσεν ὕδωρ · πνιγόμενον δ’οὖν περιστερὰ ὡς εἶδεν, κόψασα κλάδον ἐκ φυτοῦ παραυτίκα βάλλει τῇ πηγῇ πρὸς τὸν μύρμηκα πέλας, καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’αὐτοῦ ὁρμήσας εἰς γαῖαν. παρὼν δ’ἰξευτὴς καὶ συνθεὶς τοὺς καλάμους συλλαμβάνει μύρμηκος τὴν εὐεργέτιν. μύρμηξ δ’αὖθις ὡς εἶδεν, δάκνει τὸν πόδα ἰξευτοῦ κυνηγέτου. τοῦ δὲ καλάμους καὶ χεῖρα σείσαντος τοῦ κνίσαι τὸν πόδα, πίπτουσιν οἱ κάλαμοι, πέλεια φεύγει. πράττων καλὸν κάλλιστον μισθὸν εὑρήσεις. μύρμηξ διψήσας, κατελθὼν εἰς πηγήν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν, ἐφ’οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. τοῦτο δ’ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. ὁ δὲ ἀλγήσας τούςτε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι. 245μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει. ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας. ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη · ” γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον · ἐπείπερ δ’ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος, ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων “. καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο. καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον, φοίνικας ἅμα, τυρόν, μέλι, ὁπώρας. ὁ δ’αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην. βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν, ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν. φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας. ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι, ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον. οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης. ὁ δ’ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη · ” χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον, ἐπαπολαύων αὐτὰ μετ’εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου · ἐγὼ δ’ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόβως μηδένα ὑποπτεύων “. ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ’ὀδύνης. μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος κοινὸν εἶχον τὸν βίον. ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν · ” μύρμηκος ζῇς βίον ταλαιπώρου · ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά · τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. ἐὰν ἔλθῃς μετ’ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ “. ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. ἤνοιξέ τις τὴν θύραν · οἱ δὲ ἔφυγον εἰς στενὴν τρώγλην, ἔτριζον δὲ ὑπ’ἀλλήλων στενούμενοι. ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι · οἱ δὲ ἔνδον ἐκρύπτοντο. ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε · ” χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων · ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόβως καὶ λιτῶς ζήσω “. ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως μᾶλλον συμφέρει ἢ ἐν φόβῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν. 246μῦς χερσαῖος βατράχῳ ἐφιλιώθη. ὁ οὖν βάτραχος μῦν καλεῖ συνδειπνῆσαι. ” τρέφου, “λέγων,” ὦ φίλε, ὅ τι ἂν βούλῃ καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου. “ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει. καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης. αὖθις δὲ ὁ μῦς εἰσελθὼν ἀπεπνίγη, ὃς ψυχορραγῶν ἐβόα τῷ βατράχῳ · ” ἐγὼ μέν, φίλε, ὑπὸ σοῦ ἀποθνῄσκω. ἔστι δὲ θεὸς ὃς κα- κἀμὲ ἐκδικήσει, ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως “. καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως. ἅμα βάτραχος αὐτῷ προσδεδεμένος δεῖπνον καὶ αὐτὸς προσήχθη τοῖς ὀρνέοις παθὼν ὅμοια οἷς αὐτὸς ἐδεδράκει. ὅτι, εἰ καὶ νεκρός τις ὑπό τινος γένηται, ἀλλ’ἡ θεία πρόνοια, ἡ πάντα ἐφορῶσα, ἀποδίδωσιν ἴσως ζυγοστατοῦσα. χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. ὁ δὲ βάτραχος κακῶς βουλευσάμενος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες · ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων. ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει · ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἣρπασεν · βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος. ὅτι, κα- κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν · ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα. βάτραχος καὶ μῦς κακῇ μοίρᾳ ἐφιλιώθησαν. ὁ τοίνυν βάτραχος ἔφη τῷ μυΐ · ” ἐγὼ μὲν ἐν ὕδασι γλυκεροῖς καὶ χλοεροῖς βοτάνοις ἀεὶ τρέφομαι · σὺ δὲ μόνος ἐν οἴκῳ κατοικεῖς μετὰ φόβου · καὶ ἡνίκα τις τῇ θύρᾳ προσκρούσῃ, ἐν στενῷ τόπῳ εἰσέρχῃ · ἀλλ’εἰ θέλεις ἀφόβως μετ’ἐμοῦ εἶναι καὶ ζῆν ἐν ἀμερίμνῳ διαίτῃ, ἐλθὲ καὶ μάθω σε κολυμβᾶν “. ἀπελθὼν οὖν ὁ μῦς συνέδησεν ἑαυτὸν τῷ ποδὶ τοῦ βατράχου. ὁ οὖν βάτραχος εἰσιὼν ἐν τῷ βυθῷ ἀναβρυάζων καὶ κράζων κεκὲξ ἔπνιξε τὸν μῦν. ὁ δὲ μῦς φυσηθεὶς ἐκ τοῦ ὕδατος ἀνῆλθεν ἄνω. τοῦτον ἰκτῖνος ἰδὼν καὶ κατελθὼν ἧρε τοῖς ὄνυξι καὶ συνηκολούθει δεδεμένος καὶ ὁ βάτραχος ὅμοια παθὼν καὶ αὐτὸς ἃ ἐδίδασκεν. ὅστις καθ’ἑτέρου δόλια μηχανᾶται καὶ ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός. 247ναυαγὸς ἐκβρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον · μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν · ” ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους · ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς · οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν “. ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας. γεωργός τις ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην κατηράσατο τὴν θάλασσαν δακρύων. ἡ δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα · ” ἵνα τί, ὦ ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλ’οἱ ἄνεμοι, οἱ ἐκταράττοντές με. ἐὰν δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις “. ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάςτε καὶ ζάλας. ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν · ” ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν “. ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαβομένη ἔφη · ” τί μέμφῃ μοι, ἄνθρωπε, μάτην; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’οἱ ἐκταράσσοντές με ἄνεμοι · εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ἧς βαδίζεις “. ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν. γεωργὸς ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, τῇ θαλάσσῃ κατεμέμφετο καὶ ὡς στοιχείῳ ἀνημέρῳ καὶ ἀπανθρώπῳ. ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη · ” τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’οἱ ἐκταράσσοντές με ἄνεμοι · ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις “. 248δύο νεανίσκοι ἐν τα- ταὐτῷ κρέας ὠνοῦντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένουτε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν · ” ἀλλὰ κα- κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε “. ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κα- κἂν αὐτήν τις κατασοφίζηται. δύο νεανίσκοι ἐν τα- ταὐτῷ κρέας ὠνήσαντο. καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέατος εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. ἐπιστραφεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτό, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων, μὴ εἰληφέναι. καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη · ” ἀλλὰ κα- κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε “. ὁ μῦθος δηλοῖ ὅτι, κα- κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς · ἀλάθητον γὰρ τὸ θεῖον. δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν τα- θἀτέρου καθῆκε κόλπον. ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν · ” ἀλλὰ κα- κἂν ἐμὲ λάθητε, τόν γ’ἐπιορκούμενον θεὸν οὔκουν λήσετε “. ὁ μῦθος δηλοῖ ὅτι, κα- κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν. 249νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου αὐτῷ μόνου περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος τοῦ ἱματίου, καὶ τοῦτο φέρων ἀπημπόλησεν. ὕστερον δὲ χειμῶνος ἐπιλαβόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριγωμένην, ἔφη πρὸς αὐτήν · ” ὦ αὕτη, σὺ κα- κἀμὲ καὶ σὲ ἀπώλεσας “. ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν. νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου, τοῦτο φέρων ἐπώλησε. μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη · ” ὦ αὕτη, σὺ κα- κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας “. ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστι. νέος ἄσωτος καταφαγὼν οὐσίαν τὴν πατρῴαν, ἱματίου αὐτῷ μόνου καταλειφθέντος, ὡς εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, καὶ θέρος εἶναι νομίσας, πωλεῖ τοῦτο. μετὰ δ’ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους · ” σὺ κα- κἀμὲ καὶ σαυτὴν ἀπώλεσας, “ἔφη. ὁ λόγος παραινεῖ πᾶσι μὴ δρᾶν τι πρᾶγμα παρὰ τὴν ὥραν · εἰ γὰρ δράσειας, οὐ φεύξῃ τοῦ κινδύνου. 250νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ πῶς διετέθη, ἔλεγε πλέον τοῦ δέοντος ἱδρωκέναι. ὁ δὲ ἔφη · ” ἀγαθὸν τοῦτο “. ἐκ δευτέρου δὲ ἐρωτώμενος πῶς ἔχοι, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι. ὁ δέ · ” καὶ τοῦτο, ἔφη, ἀγαθόν “. τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε. κα- κἀκεῖνος” ἀγαθὸν καὶ τοῦτο “φήσας ἀπηλλάγη. τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν · ” ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα “. οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’οἷς αὐτοὶ παρ’ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν. νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐπερωτώμενος πῶς διετέθης, ἔφη πλέον τοῦ δέοντος ἱδρωκέναι. ὁ δὲ ἀγαθὸν τοῦτο εἶναι ἔφη. ἐκ δευτέρου δὲ ἐρωτηθεὶς παρ’αὐτοῦ πῶς ἔχεις, ἔφη · ” φρίκῃ συσχεθεὶς σφοδρῶς διετινάχθην “. ὁ δὲ καὶ τοῦτο ἀγαθὸν φήσας εἶναι, ἐκ τρίτου ἐρώτησεν αὐτὸν πῶς διετέθης. ὁ δὲ ἔφη · ” ὑδρείᾳ περιπέπτωκα “. κα- κἀκεῖνος πάλιν ἀγαθὸν τοῦτο ἔφησε. μετὰ ταῦτα δὲ τῶν οἰκείων τινὸς ἐρωτήσαντος αὐτὸν πῶς ἔχεις,” ἐγώ, ἄδελφε, εἶπεν, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι “. ὁ μῦθος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων θέλουσι κατὰ χάριν λέγειν τισὶν ἃ μάλιστα αὐτοὺς βλάπτουσιν. νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι. ὁ δὲ ἀγαθὸν ἔφη τοῦτ’εἶναι. ἐκ δευτέρου δὲ παρ’αὐτοῦ πάλιν ἐρωτηθεὶς ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι. ὁ δὲ καὶ τοῦτ’ἀγαθὸν ἔφησεν εἶναι. ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς ὅπως διεγένετο εἶπεν ὑδέρῳ περιπεπτωκέναι. ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος ὅπως ἔχει,” ἐγώ, εἶπεν, ὦ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι “. ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν. νοσῶντι ὁ ἰατρός · ” πῶς ἔχεις “; ἔφη. ” φρίκη σφοδρά με τὸν τάλανα κατέχει καὶ τετάραγμαι ὑπ’αὐτῆς οὐ μετρίως “. ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει. ἐπερωτήσας δὲ πάλιν ἐκ δευτέρου ὁ ἰατρός” πῶς ἔχεις “; τὸν ἀσθενοῦντα,” θερμῇ, ἔφησε, περιπεσὼν κακίστῃ, κεῖμαι ὑπ’αὐτῆς δεινῶς τεταραγμένος “. κα- κἀκεῖνος πάλιν ἀγαθὸν ἔφη τοῦτο. καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας” πῶς ἔχεις, ὦ ἄδελφε φίλε; ῥωννύου, “ὁδέ · ” ἀπόλλυμαι ἐν ἀγαθοῖς “ἔφη. τοῦτο δηλοῖ ὅτι οὓς παραμυθέοντας ἔθος τυγχάνει ψευδεῖς τοὺς πάσχοντας παρηγορεῖν λόγοις. 251νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλας σπεισάμεναι ἐμπορεύεσθαι διέγνωσαν. καὶ δὴ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον ἐνθεμένη ἔπλει. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἡ μὲν αἴθυια ἀπ’ἐκείνου τὸν χαλκὸν ζητοῦσα κατὰ τοῦ βυθοῦ δύνει, οἰομένη τὸν χαλκὸν εὑρήσειν · ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν · ἡ δὲ βάτος τὰς ἔσθητας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται τῶν ἱματίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι. ὁ λόγος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἃ ἂν πρότερον πταίσωμεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλας φιλίαν ποιήσασαι ἐμπορεύεσθαι ἔγνωσαν. καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς τὸ μέσον τοῦτο κατέθηκεν · ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλλετο · ἡ δὲ αἴθυια χαλκόν · καὶ εὐθέως ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἀπὸ τῶν τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μήπως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ · ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν · ἡ δὲ βάτος τῶν ἐσθήτων ἐπιλαμβάνεται τῶν παριόντων, ζητοῦσα τὸ ἴδιον ἱμάτιον ἐπιγνῶναι. ὁ μῦθος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἃ ἂν πρότερον πταίσωμεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμεναι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μετ’ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν · καὶ ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλῃ ἡ θάλαττα · ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ’ἐπὶ νομὴν ἔξεισιν · ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα. ὁ μῦθος δηλοῖ ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν. ἐκ δανειστοῦ γοῦν ἡ νυκτερὶς λαμβάνει ἀργύριον διδοῦσα εἰς πραγματείαν · ἡ βάτος δὲ εἰς μέσον ἐσθῆτα βάλλει · ἡ αἴθυια δὲ χαλκοῦν ἐπεπληροῦντο. ἔπλευσαν δέ γε μετὰ νηὸς αὐτίκα. χειμῶνος δὲ ἐλθόντος, ἡ ναῦς ἐτράπη · ἀλλ’αἱ τρεῖς ἐσώθησαν χωρὶς πραγμάτων. δειμαίνουσα γοῦν ἡ νυκτερὶς τὸ χρέος μὴ ἀπαιτῆται, περιπολεῖται νύκτωρ · ὁπόταν δὲ ἡ βάτος ἐσθῆτα ἴδῃ, δοκοῦσα ἰδίαν εἶναι, σύρει βίᾳ · ἡ αἴθυια δὲ τὴν θάλασσαν ἐντρέχει δοκοῦσ’ὧδε κα- κἀκεῖσε χαλκοῦν εὑρήσειν. πᾶς ὅπερ ἀποβάλλει, καὶ ζητεῖ τοῦτο. 252νυκτερὶς ἐπὶ τῆς γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη · μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πεσοῦσα πάλιν καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο ὅπως μὴ θύσῃ αὐτήν. τῆς δὲ εἰπούσης ἅπασι τοῖς μυσὶ διεχθραίνειν, ἔλεγεν ἑαυτὴν μὴ μῦν εἶναι, ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. οὕτωτε συνέβη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περιγενέσθαι. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λογιζομένους ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν. νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη, καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ’ἑτέρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσίν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. καὶ οὕτω συνέβη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν. ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν, λογιζομένους ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν. 253ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ · ” βασίλευσον ἐφ’ἡμῶν “. καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία · ” ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων “; καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ · ” δεῦρο, βασίλευσον ἐφ’ἡμῶν “. καὶ εἶπεν αὐτὴ ἡ συκῆ · ” ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων “; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον · ” δεῦρο, βασίλευσον ἐφ’ἡμῶν “. καὶ εἶπεν ἡ ῥαμνος πρὸς τὰ ξύλα · ” εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου · καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου “. 254ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέβαλε · τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. καὶ μαθὼν παρ’αὐτοῦ τὴν αἰτίαν δι’ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταβὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο εἰ οὗτος αὐτοῦ εἴη. τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἀνηρώτα εἰ τοῦτον ἀπέβαλεν. ἀρνησαμένου δὲ αὐτοῦ, τὸ τρίτον τὴν ἰδίαν ἀξίνην ἀνεκόμισε. τοῦ δὲ ἐπιγνόντος, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. τῶν δέ τις ἐποφθαλμιάσας ἐβουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. διόπερ ἀναλαβὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε καθεζόμενόςτε ἔκλαιεν. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου τί τὸ συμβεβηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώλειαν. τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ὑποφθὰς ἔφασκεν αὐτὸν εἶναι. καὶ ὁ θεὸς αὐτῷ οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλ’οὐ δὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν. ὁ λόγος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται. ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν ἑαυτοῦ πέλεκυν ἀπεβάλετο. τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο. Ἑρμῆς δὲ ὁ τοῦ ποταμοῦ θεὸς ἐλεήσας αὐτὸν ἧκε μαθεῖν θέλων παρ’αὐτοῦ τὴν αἰτίαν δι’ἣν ἔκλαιε. τοῦ δὲ εἰπόντος αὐτῷ, καταβὰς ὁ Ἑρμῆς χρυσοῦν πέλεκυν ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ, καὶ ἐπυνθάνετο εἰ τοῦτον ἀπώλεσεν. ἀρνησαμένου δὲ αὐτοῦ, ἐκ δευτέρου καταβὰς ἀργυροῦν ἀνήνεγκεν. ὁ δὲ πάλιν ἠρνήσατο κα- κἀκεῖνον μὴ εἶναι αὐτοῦ. καταβὰς δὲ ἐκ τρίτου τὴν ἰδίαν ἀξίνην ἐκόμισεν · ἐπηρώτησε δὲ τοῦτον καὶ πάλιν, εἰ ταύτην ἀπώλεσεν · ὁ δὲ · ” ἀληθῶς ταύτην ἀπώλεσα, “εἶπεν. ὁ δὲ Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ, διηγήσατο αὐτοῖς τὰ συμβάντα αὐτῷ. εἷς δέ τις ἐξ αὐτῶν τοῦτον ἐπιφθονήσας ἐβουλήθη καὶ αὐτὸς τὸ ἴσον παραγενόμενος ἐκεῖσε διαπράξασθαι. διόπερ ἀναλαβὼν πέλεκυν, παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν ξυλευσόμενος, καὶ ἐπίτηδες τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ, ἐκαθέζετο κλαίων. αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος καὶ τὴν αἰτίαν τῶν θρήνων πυνθανομένου, ἔφη ὅτι πέλεκυν ἀπώλεσα ἐν τῷ ποταμῷ · ὅπερ ἀκούσας ὁ Ἑρμῆς, καταβὰς χρυσοῦν πέλεκυν ἀνήγαγε. καὶ δὴ φήσαντος αὐτοῦ εἰ τοῦτον ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς · ” ναὶ ἀληθῶς οὗτός ἐστιν “. ἰδὼν οὖν ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ, οὐ μόνον τοῦτον οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ’οὐ δὲ τὸν ἴδιον ἀπέδωκε πέλεκυν. ὁ μῦθος διδάσκει ὅτι, ὅσον τοῖς δικαίοις συναγνωνίζεται τὸ θεῖον, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται. ξυλευόμενός τις παρὰ ποταμῷ τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ εἰ οὗτός ἐστιν ὃν ἀπώλεσεν ἤρετο. τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταβὰς ἀργυροῦν ἀνεκόμισε. τοῦ δὲ μη δὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάντας αὐτῷ ἐδωρήσατο. ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα αὐτοῖς διεξελήλυθεν · ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κα- κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε καὶ ἤρετο εἰ ταύτην ἀπέβαλε. τοῦ δὲ σὺν ἡδονῇ · ” ναὶ ἀληθῶς ἥδ’ἐστί “φήσαντος, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ’ουδὲ τὴν οἰκείαν ἀπέδωκεν. ὁ μῦθος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται. ξύλα τις ἄνθρωπος ἐν ποταμῷ κόπτων, πίπτει πέλεκυς εἰς ῥεῦμα παραυτίκα. καθήμενος γοῦν πεπλησμένος ἐνθλίψει, τὰς ὄχθας βλέπων ὠδύρετο μεγάλως. Ἑρμῆς δὲ παρὼν ἐλεήσας τὸν νέον μαθεῖν ἐζήτει τὴν αἰτίαν τῆς λύπης. τοῦ δὲ εἰπόντος τὸ πᾶν ἀρχῆθεν, τούτῳ καταβὰς ἀνήγαγε χρυσοῦν πελέκη, κα- κεἰ οὗτός ἐστιν ἐπυνθάνετο τούτου. ὁ δὲ πένης ἔφησε μὴ εἶναι τοῦτον. αὖθις οὖν ἐλθὼν ἀργυροῦν ἐπιφέρει · καὶ πάλιν ἠρνήσατο μὴ εἶναι τοῦτον. ἐκ τρίτου δ’αὖθις ἀνάγει τὸν οἰκεῖον. ὁ δ’εὖγε τοῦτον ἀπολέσαι ἐφώνει. ἀλήθειαν δὲ ὁ Ἑρμῆς ὡς ἀκούει, χαρίζεται εὐφρανθεὶς καὶ τοὺς τρεῖς τούτῳ. ἐντεῦθεν οὗτος ἀπελθὼν εἰς ἑταίρους λέγει τὰ πάντα καὶ διηγεῖται ὅλως. ἀλλ’εἷς ἐκ τούτων ἔρχεται παραυτίκα πέλεκυν κρατῶν, τὸν ποταμὸν ἐμβαίνει, καὶ τὴν ἀξίνην ῥίψας ἐπιτηδείως, κλαίων ἐκαθέζετο παρὰ ταῖς ὄχθαις. ἀλλὰ ὁ Ἑρμῆς ἐκεῖσε φανεὶς πάλιν ἐπυνθάνετο δι’ἣν θρηνεῖ αἰτίαν. αὖθις δὲ μαθὼν τῷ ποταμῷ ἐμβαίνει καὶ πέλεκυν ἀνάγει χρυσοῦν ἐκ τούτου. ἔφη δ’Ἑρμῆς πρὸς τὸν πένητα ἐκεῖνον · ” τοῦτόν γε, οὗτος, ἀπώλεσας ἢ ἄλλον “; ” ναὶ τοῦτον, ὦ δέσποτα, “ὁ πένης ἔφη. ἀναίδειαν οὖν ἐκπλαγεὶς τοῦ ἀνέρος ῥίψας καὶ τοῦτον οὐ δὲ διδοῖ τὸν ἄλλον. ὁ μῦθος δηλοῖ ὅτι, ὅσον ὁ θεὸς εὐφραίνεται ἐπὶ τῷ δικαίῳ, τοσοῦτον πάλιν ἄχθεται ἐπὶ τῷ ἀδίκῳ. 255δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο, ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε · φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. ὑποχωρησάσης δέ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο αὐτοῦ τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. ὁ δὲ εἶπε · ” τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν “. ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοβηθεὶς ἐπί τι δένδρον ἀναβὰς ἐκρύβη ἐν αὐτῷ · ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι. ἐλθούσης δὲ αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὠσφραίνετο διὰ τοῦ ῥύγχους τῶν ἀκοῶν αὐτοῦ καὶ τῶν φρενῶν. ὁ δὲ τὰς ἀναπνοὰς αὑτοῦ ἐκράτει εὐτόνως. ἡ δὲ ἄρκτος ὑπολαβοῦσα νεκρὸν αὐτὸν ὑπάρχειν, ἀπῄει · φασὶ γὰρ ὅτι νεκροῦ ἡ ἄρκτος οὐχ ἅπτεται. ἀπαλλαγείσης δὲ αὐτῆς, ὁ ἕτερος καταβὰς ἀπὸ τοῦ δένδρου, ἐπυνθάνετο τί ἂν πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος. ὁ δὲ εἶπεν ὅτι” ἔφη πρός με ἡ ἄρκτος ὥστε ἀπὸ τοῦ νῦν τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν “. ὁ μῦθος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. ἢ · ἀπέχεσθαι χρὴ φίλων οἵτινες ἐν κινδύνοις οὐ βοηθοῦσιν οὐ δὲ παραμένουσι. δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. καὶ δὴ ἄρκτος αὐτοῖς συναντήσας τὸν μὲν ἕνα εἰς φυγὴν ἔτρεψεν · ὃς καὶ ἀναβὰς ἐπὶ δένδρον ἐκρύβη. ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. ἡ δὲ ἄρκτος ἐλθοῦσα ἐπ τὴν κεφαλὴν αὐτοῦ ὠσφραίνετο τήντε ἀναπνοὴν αὐτοῦ καὶ τὰς φρένας καὶ τὴν ἀκοήν. ὁ δὲ εὐτόνως κατεῖχε τὴν ἀναπνοὴν αὐτοῦ. ἡ δὲ ἄρκτος ὑπολαβοῦσα βεκρὸν αὐτὸν εἶναι ἀνεχώρησε · φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκτον. ὁ δὲ ἕτερος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο τί πρὸς τὸ οὖς αὐτοῦ ἐλάλει ἡ ἄρκτος. ὁ δὲ εἶπε · τοῦτο ἔφη · ἀπὸ τοῦ νῦν τοιούτοις μὴ συνόδευε φίλοις. ὁ μῦθος δηλοῖ ἀπέχεσθαι τῶν φίλων οἵτινες ἐν καιρῷ περιστάσεως οὐ περιμένουσι βοηθῆσαι τοῖς φίλοις. 256πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησε τὸν ἕτερον τῶν ὀφθαλμῶν πεπηρωμένος. ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε · ” καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐ δὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται “; οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄβουλοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοί εἰσιν. 257δύο ἐν τα- ταὐτῷ ὡδοιπόρουν. ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν · ” εὑρήκαμεν “. ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν” εὑρήκαμεν, “ἀλλ’” εὕρηκας “. μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον · ” ἀπολώλαμεν “. ἐκεῖνος δὲ ἔφη · ” μὴ ἀπολώλαμεν εἴπῃς, ἀλλ’ἀπολώλα · οὐ δὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω “. ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐ δὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. δύο τινὲς κατὰ τα- ταὐτὸν ὡδοιπόρουν, καὶ τα- θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν · ” εὕρηκα, “ἀλλ’” εὑρήκαμεν “. μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν · ” ἀπολώλαμεν “. ὁ δὲ εἶπεν · ” ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν · καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν “. ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐ δ’ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι. 258ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. ἡ δὲ ὑποτυχοῦσα ἔφη · ” ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε “. οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι. 259ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες, ὡς ἦλθον ἐπί τινα σκοπιάν, ἐνθένδε θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα, ᾠήθησαν ναῦν εἶναι μεγάλην. διὸ προσέμενον ὡς μέλλουσαν προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμβάνοντες πλοῖον εἶναι οὐκέτι μέγα ὡς τὸ πρότερον. ἐγγὺς δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα, ἔφασαν πρὸς ἀλλήλους · ” τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδεχόμεθα “. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐδενὸς ἄξιοι. ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. κα- κἀκεῖθεν θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν. διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα. ὁ μῦθος δηλοῖ ὅτι τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι. 260ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ · ” τίς εἶ “; ἡ δὲ ἔφη · ” ἀλήθεια. – καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς “; ἡ δὲ εἶπεν · ” ὅτι τοῖς πάλαι καιροῖς παρ’ὀλίγοις ἦν τὸ ψεῦδος · νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς “. ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας. 261ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλάτε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαβὼν τῶντε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών · ” ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν · καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι “. πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος. ὁδοιπόρος πολλὴν ἀνύων ὁδὸν ηὔξατο λέγων ὅτι,” ὦ Ἑρμῆ, ἐὰν εὕρω τι, σοὶ τὸ ἥμισυ ἀναθήσω “. περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλα ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. ἐκτινάξας δὲ εὗρε τὰ ἐνόντα. καταφαγὼν δὲ ταῦτα καὶ λαβὼν τῶν ἀμυγδάλων τὰ λέπη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών · ” ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν · καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ ἀνέθηκα “. ὁ λόγος πρὸς ἄνδρα φιλάργυρον, τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρήσει τι, τὸ ἥμισυ τούτου τῷ Ἑρμῇ ἀναθήσειν. περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας · ” ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν · τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι “. ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. ὁδὸν ἀπιὼν ὁδοιπόρος γε πάλαι εὑρεῖν αἰτεῖ τῷ Διὶ καθ’ὁδὸν δῶρον, καί, εἰ εὕροι ἕν, ἀναθήσειν τὸ πλέον βωμῷ τῷ τούτου πρὸς καθαρὰν θυσίαν. ὁ δὲ πήραν εὕρηκε μεστὴν φοινίκων καὶ ἀμυγδάλων ὅλην πεπληρωμένην. λαβὼν δὲ ταύτην χρυσοῦν ἐδόκει ἔχειν · ὡς δὲ ἐθεάσατο καρποὺς φοινίκων, τὰ μὲν ἐντὸς ἤγαγε Διὶ θυσίαν, καὶ τα- τἀκτὸς προσήγαγε τῶν ἀμυγδάλων, τὰ δ’ἄλλα κατέφαγε πεινῶν ὁ τάλας. λοιπὸν τὴν ὑπόσχεσιν Διὶ ἐπλήρου, τὰ ἐντὸς καὶ ἔξωθεν τῷ βωμῷ θύων. τοῦτο δ’ὁ λόγος λέγει ὅτι φιλάργυροι σοφίζονται τὸ θεῖον χάριν φιλαργυρίας, δευτέρας λύσσης, διὰ πλεονεξίαν. 262ὁδοιπόρος πολλὴν ὁδὸν διανύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν · ” ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλ’ἐμὲ ᾐτιῶ “. οὕτω πολλοὶ τῶν ἀνθρώπων δι’ἑαυτοὺς δυστυχήσαντες τοὺς θεοὺς αἰτιῶνται. ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐβόα · ” ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτωθεν τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες “. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι καὶ πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην. παῖς τίς ποτε ἐγγὺς φρέατος ἐφύπνει. ἐπιστᾶσα δ’ἡ Τύχη αὐτῷ ἐβόα · ” ἀνάστα, ὦ παῖ, καὶ ἄπελθε ἐντεῦθεν, μήπως, σοῦ τῷ φρέατι προσπεπτωκότος, ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες “. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην. ἐγγὺς φρέατός τις ἐκοιμᾶτο. ἡ δὲ Τύχη ἐπιστᾶσα αὐτῷ εἶπεν · ” ἔγειραι καὶ ἀλλαχοῦ κοιμήθητι μή πως, ἐν τῷ φρέατι σοῦ πεσόντος, ἐμὲ τὴν Τύχην ἅπαντες καταμέμψωνται “. ὅτι πολλάκις σφαλλόμενοι καὶ κακῶς πράσσοντες κινδύνοις περιπεσόντες εἱμαρμένην καὶ τύχην καταμεμφόμεθα. ἐν φρέατι τινὶ κοιμωμένου τινός, ἡ Τύχη ἐπιστᾶσα αὐτῷ εἴρηκεν · ” ἔγειραι, κοιμήθητι ἀλλαχόσε, μή πως, σοῦ κρημνισθέντος, οἱ σοῦ προσγενεῖς ἐμοὶ τὴν μέμψιν ἐπάξωσιν “. ὅτι πολλάκις οἱ ἄνθρωποι σφαλλόμενοι οὐχ ἑαυτοῖς, ἀλλὰ μᾶλλον τῇ Τύχῃ τὸν μῶμον προσάγουσιν. φρέατος ἔγγιστα καὶ παρὰ τὸ χεῖλος αὐτοῦ τις ἄνθρωπος πεσὼν ὕπνωσεν. ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ · ” ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται “. 263ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. κα- κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ’ἐκείνου καὶ μέχρι νῦν ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν. ὁ λόγος δηλοῖ ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι. 264ὄνον τις ἀγοράσαι μέλλων ἐπὶ πείρᾳ αὐτὸν ἔλαβε · καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη. καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε. τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν · ” ἀλλ’ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας · οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο “. ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμβάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις. 265ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν · ” ἀλλ’ἔγωγε οὐκέτι σε εὐδαιμονίζω · ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις “. οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη. 266ὄνος ἅλας ἔχων ποταμὸν διέβαινεν. ὀλισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε. συνέβη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι διὰ τὰς ἰδίας ἐπινοίας λανθάνουσιν εἰς συμφορὰς ἐνσειόμενοι. μικρέμπορός τις ὀνάριον κατέχων αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. καὶ δὴ φορτώσας σφοδρῶς αὑτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ · ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει. καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. ὁ δ’ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα, καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. ὁ δὲ λυπηθείς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας · ὃς ἐπελθὼν εἰς ἕνα τῶν μυρεψούντων ἐξωνήσατο σπόγγους πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ · καὶ παραυτίκα κεκλυσμένων τῶν σπόγγων, ἤγετο ὄνος διπλοῦν βάρος βαστάζων. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει. μικρέμπορός τις ὄνον ἔχων εὐώνους ἅλας ἠγόρασε καὶ σφοδρῶς τὸν ὄνον ἐφόρτωσεν. ὁ δὲ ὄνος ἄκων ὀλισθήσας εἰς ὕδωρ ἔπεσε, καὶ, λυθέντων τῶν ἁλῶν, ἠλαφρύνθη, εὐκόλως δὲ ἠγέρθη καὶ περιεπάτει ἀκόπως. ὁ δὲ ἔμπορος πάλιν ἑτέρους ἦλθεν ἀγοράσων καὶ πλεῖον ἢ πρότερον τὸν ὄνον φορτώσας ἦγεν. ὁ δὲ πάλιν ἑκὼν εἰς τὸ ῥεῖθρον πεσὼν ἠλαφρύνθη. ὁ δὲ ἔμπορος τέχνην ἑτέραν νοήσας σπόγγους ὠνησάμενος πεφορτώκεν τὸν ὄνον. ὁ δὲ ὄνος, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσε · τῶν δὲ σπόγγων διαβραχέντων, βάρος διπλοῦν ἦγε βαστάζων. ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει. 267ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς ἄστυ. τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτότε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐβούλετο. καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη · ” ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ἀνθρώπων προσκυνεῖσθαι “. ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν. ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε · πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. ὁ δὲ ὄνος τυφωθείς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥίψειν. ἀλλὰ τοῦτον ξύλοις παίων ὁ δεσπότης εἶπεν · ” ὄνος εἶ θεὸν φέρων, ἀλλ’οὐ θεοῖς ὑπάρχεις ὁμότιμος “. ὅτι κτηνώδεις ἄνδρας, τοὺς τυφωμένους ἐπ’ἀλλοτρίαις δόξαις ὁ μῦθος ἐλέγχει. 268ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῷα. καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον · ” ἀλλ’εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα “. οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται. 269ὄνος δέ ποτε ἐμακάριζεν ἵππον διὰ τὴν τροφὴν αὐτοῦ καὶ θεραπείαν, αὑτοῦ δὲ τύχην ὄνος κατεμυκτήρει, ὡς ἀχθοφόρου καὶ πολλὰ κοπιῶντος, οὐ δὲ ἄχυρον λαμβάνοντος εἰς κόρον. ὅτε δ’ἐπέστη ὁ καιρὸς τοῦ πολέμου, ὁ στρατιώτης σὺν τοῖς ὅπλοις ἐπέβη ὧδε κα- κἀκεῖσε τὸν ἵππον ἐγκεντρίζων. ὁ δὲ εἰς μέσον ἐμβὰς τῶν πολεμίων ξιφήρης εὐθὺς ἔκειτο ἐπ’ἐδάφους. ὡς οὖν ἑώρα τοῦτον ευθὺς ὁ ὄνος, μετεβάλλετο καὶ τὸν ἵππον ἠλέει. ὅτι τοὺς πλουσίους καὶ ἄρχοντας οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ’ἐκείνων φθόνον καὶ κίνδυνον ἀναλογιζομένους ἀγαπᾶν χρὴ τὴν πενίαν, ἡσυχίας μητέρα. ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μη δ’ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ’ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν. ὄνος τὸν ἵππον ἐμακάριζε διὰ τὴν τροφὴν καὶ τὴν θεραπείαν · ἑαυτὸν δὲ ἐταλάνιζε καὶ τὴν ἑαυτοῦ τύχην, ὅτι ἀχθοφορεῖ καὶ ὀλίγη αὐτῷ ἐστιν ἡ τροφή, ὁ δὲ ἵππος κεκοσμημένος τῷ χαλινῷ καὶ προμετωπιδίοις, καὶ κοῦφος αὐτῷ ὁ δρόμος. ταῦτα τοῦ ὄνου λογιζομένου, ἐπέστη πολέμου καιρός · καὶ ὁ στρατιώτης μετὰ τῶν ὅπλων ἐπέβη τοῦ ἵππου, καὶ μέσον τῶν πολεμίων εἰσίει · καὶ ὁ ἵππος μέσος τοῖς ξίφεσιν ἔκειτο τραυματίας καὶ ψυχορραγῶν. μετεβάλλετο δὲ τὴν γνώμην ὁ ὄνος καὶ τὸν ἵππον ἠλέησεν. ὅτι τοὺς πλουσίους καὶ τοὺς ἐν ταῖς ἀρχαῖς οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ’ἐκείνους φθόνον καὶ κίνδυνον λογισαμένους ἀγαπᾶν πενίαν, ἡσυχίας μητέρα. 270ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷόςτε ἦν εἰσελθὼν καταθοινήσασθαι. παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς) εἰς φύγην ἐτράπη. καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. ὁ δέ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς αὑτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ’αὐτῶν ἀναλισκόμενοι. ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλέκτωρ ἦσαν. λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷόςτε ἦν εἰσελθὼν καταθοινήσασθαι. καὶ τοῦ ἀλέκτορος φθεγξαμένου πρὸς τὸν λέοντα, ὅτι τὰς φωνὰς τῶν ἀλεκτρυόνων τοὺς λέοντας ἀκούοντάς φασι πτύρεσθαι, τοῦ δὲ λέοντος προσποιουμένου εἰς φυγὴν τραπῆναι, ὁ ὄνος καταπηδήσας κατὰ τοῦ λέοντος ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. ὡς δὲ μακρὰν ἐγένετο ὀπίσω αὐτοῦ, ἐπιστραφεὶς ὁ λέων κατέφαγεν αὐτόν. οὕτως καὶ οἱ τῶν ἀνθρώπων παῖδες τεταπεινωμένους τοὺς ἐχθροὺς ὁρῶντες καὶ αὐτοὶ θρασυνόμενοι λανθάνονται ὑπ’αὐτῶν ἁλισκόμενοι. ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. λέοντος δ’ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε · καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. ὁ δ’ὄνος, νομίσας δι’αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. ὁ δὲ θνῄσκων ἐβόα · ” ἄθλιος ἐγὼ καὶ ἀνόητος · πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην “; ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ἐκείνων ἀπόλλυνται. 271ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ’οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη. οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες. 272ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν · ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετότε καὶ ἔστενεν. οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν · ” ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ “; τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος. 273ὄνος καὶ ἡμίονος ἐν τα- ταὐτῷ ἐβάδιζον. καὶ δὴ ὁ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. ἔτι δὲ αὐτῶν πόρρω προβαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ’αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε. καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον εἶπεν · ” ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι “; ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν. 274ὄνος κηπουρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευσε κεραμεῖ αὐτὸν πωλῆσαι. πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη · ” ἀλλ’ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐ δὲ ταφῆς ἀξιωθήσομαι “. ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάβωσιν. ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξει, καὶ ἑτέρῳ δεσπότῃ αὐτὸν ἐκδώσει. ὁ δὲ Ζεὺς ἐκέλευσεν εἰς κεραμέα πωλῆσαι. πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ πολὺ πλέον ἀχθοφορεῖν ἠναγκάζετο ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει. ὁ δὲ Ζεὺς παρεσκεύασε πραθῆναι αὐτὸν εἰς βυρσοδέψην. ὁ δὲ ὄνος εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ · ” οὐαί μοι τῷ τάλανι · αἱρετώτερον ἦν μοι παρ’ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀνελεῖν “. ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τοὺς πρώτους δεσπότας τότε ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάβωσιν ἑτέρων. ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ’ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι, πάλιν ἐδυσφόρει, πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόντε πηλὸν καὶ τοὺς κεράμους κομίζων. πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε, καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη · ” οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν · οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται “. ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι πεῖραν. ὄνος, ὡς ἔθος κηπωρῷ γε δουλεύειν, εὐχὴν ἐποιεῖτο Διὶ καθ’ἑκάστην, ὅπως ἀπαλλάξει τοῦ κηπωροῦ τοῦτον καὶ δεσπότην εὑρήσει ἕτερον τούτου. Ζεὺς δὲ ἐκέλευε κεραμεῖ πωλῆσαι. ὁ ὄνος πάλιν δυσφορῶν μετ’ὀλίγον, καὶ γὰρ ἦν ἀχθηφορῶν πηλὸν καὶ ξύλα, εἰς ἄλλον πάλιν πραθῆναι παρεκάλει. ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων, ἐκδέρων τοὺς βόας, ὁρῶντος τοῦ ὄνου, καὶ πάντα ἄλλα, ὡς ἔθος δή, τὰ ζῷα, καὶ σὺν ἀσβέστῳ καὶ στίψει ξέων τούτους. ” οὐαί μοι, ἔφη ἐν στεναγμῷ μεγάλῳ · κρεῖττον ἦν ἐκείνοις τοῖς ἄλλοις δουλεύειν · ὁρῶ γὰρ τοῦτον δεψήσειν μου τὸ δέρμα “. ποθοῦσι δεσπότας οἱ οἰκέται τοὺς πρώτους, ὅταν πεῖραν καὶ δοκιμὴν λάβωσι τῶν μετὰ ταῦτα. 275ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτότε καὶ ἐσκίρτα. τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη · ” ἄθλιοι ἡμεῖς, οἵ, κα- κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν “. ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ αὐτῶν τῶν προσώπων καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν. 276ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων · καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτιζεν αὐτόν. καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. ὁ λόγος δηλοῖ ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν. ὄνον τις ἔτρεφε καὶ κύνα ὡραῖον. ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει · κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων τὸν δεσπότην περιέσκαιρε ποικίλως · ἐκεῖνος δ’αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις. ὁ δέ γε ὄνος τὴν μὲν νύκτα ἀλήθων πυρὸν φίλης Δήμητρος, ἡμέρας δ’ὕλην ἦγεν ἀφ’ὕψους, ἐξ ἀγροῦ δ’ὅσον χρεία. δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας σκύμνον θεωρῶν ἐν ἁβρότητι πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας ἐς μέσον αὐλῆς ἦλθ’ἄμετρα λακτίζων · σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν, τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν, ἅπαντα δ’εὐθὺς ἠλόησε τά σκεύη, δειπνοῦντα δ’εὐθὺς ἦλθε δεσπότην κύσων νώτοις ἐπεμβάς. ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε κα- καὐτὸς ὕστατ’ἐκπνέων ἔφη · ” οἷα χρή με δυσδαίμονα τλῆναι · τί γὰρ παρ’οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ὁ μέλεος κυνὶ παρισούμην “; ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κα- κἂν φθόνῳ ἀλαζονεύωνται. 277ὄνος καὶ κύων ἐν τα- ταὐτῷ ὡδοιπόρουν. εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτουτε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο · ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ · ” ὑπόβαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνων “. ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων · ” βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον “. 278ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη · ” νίκα · κακὴν γὰρ νίκην νικᾷς “. πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος. ὄνος πλατείας ὁδοῦ ἐκτραπεὶς ἐπὶ κρημνὸν ἐφέρετο. τοῦ δὲ ὀνηλάτου ἐπιβοῶντος · ” ἄθλιε, ποῦ φέρει “; καὶ τῆς οὐρᾶς ἐπιλαβομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο. ὁ δὲ ἔτι μᾶλλον ὠθήσας αὐτὸν ἔφη · ” ὕπαγε, νίκα τὴν κακὴν νίκην ἐν τῷ ἀναθέματι “. ὅτι τοὺς ἀπολλυμένους οἰκείᾳ ἀφροσύνῃ ὁ μῦθος ἐλέγχει. 279ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. τῶν δὲ εἰπόντων · ” δρόσον, “ὁ ὄνος προσμένων δρόσον λιμῷ διεφθάρη. οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν. ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς. οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἃ ἔχουσι δυστυχοῦσι. 280ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε δὴ πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς · τὸ γὰρ ξένον ἀνοίκειον. ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν. καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν. κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος. 281ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν · ” πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις “; ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν · εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα. ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. τὸν δ’εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’εἰρήκει · ” πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις “; ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους. 282ὄνος ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ’αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλοντε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. καὶ ὃς κακῶς διατεθεὶς ἔφη · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γάρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαβόμην “; οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. ὄνος δέ ποτε τὸν σκόλοπα πατήσας ἔστη χωλὸς μὴ δυνάμενος ὁδεῦσαι. λύκον δὲ ἰδὼν καὶ τοῦτον δειλιάσας, μήπως, ὡς τρίπους, αὐτῷ γένηται βρῶμα, ἀνεβόησε καὶ πρὸς αὐτὸν ἐλάλει · ” λύκε μέγιστε, νυνὶ θνῄσκω ἐκ πόνου · καλόν μοι ἔσται τὸ γενέσθαι σοι δεῖπνον ἤπερ τῶν γυπῶν, ὀρνέων καὶ κοράκων. χάριν δὲ μίαν ἄρτι νῦν ἐξαιτῶ σε, ὅπως ἐκβάλλῃς ἄκανθαν ἐκ ποδός μου, μὴ μετὰ πόνου ἐγὼ ὁ τάλας θνήξω “. εὐθὺς δ’ὁ λύκος τῶν ὀδόντων τοῖς ἄκροις σκόλοπα δάκνων ἐξεῖλε παραυτίκα. λυθεὶς δὲ πόνου, καὶ χάσκοντος τοῦ λύκου. τοῦτον λακτίσας καὶ τοὺς ὀδόντας θλάσας, χείλη, μέτωπον, κάραν καὶ τὰς ὀσφρήσεις, ἀπεπήδησε καὶ οἴκαδε ἀπῄει. εὐθὺς δ’ὁ λύκος ἔφη · ” δίκαια πάσχω · μεμαθηκὼς γὰρ πρῶτον μάγειρος εἶναι ἵππων ἰατρὸς ἵνα τί ἐγενόμην “; ὅτι πολλοὶ τοὺς ἐχθροὺς αὑτῶν ὠφελεῖν πειρώμενοι ἀντὶ ἀμοιβῆς κακὰ αὐτοῖς παρέχουσιν. ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει. λύκον δὲ ἰδὼν καὶ φοβηθεὶς εἶπεν · ” ὦ λύκε, ἀποθνῄσκω ἐκ πόνου · καλὸν δέ μοί ἐστι σοῦ δεῖπνον γενέσθαι ἢ γυπῶν καὶ κοράκων. χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν τοῦ ποδός μου πρῶτον τὸν σκόλοπα, ὅπως μὴ μετὰ πόνου θνήξωμαι “. ὁ δὲ λύκος ἄκροις ὀδοῦσι τὸν σκόλοπα δακὼν ἐξεῖλεν. ὁ δὲ λυθεὶς τοῦ πόνου, τὸν λύκον ἔτι χάσκοντα λακτίσας φεύγει, ῥῖνα καὶ μέτωπον καὶ ὀδόντας συγκλάσας. ὁ δὲ λύκος ἔφη · ” οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν πρῶτον, νῦν ἱπποίατρος ἐγενόμην “. ὅτι τινὲς διπλοῖς κινδύνοις περιπεσόντες καὶ τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον. χωλὸς ὄναγρος ὑπὸ σκόλοπος ἐγκεκεντρισμένος ὀδυνηρῶς ἔφερε τὸν πόδα ἀλγῶν καὶ διαβῆναι τὸν ποταμὸν μὴ δυνάμενος. λύκος δὲ αὐτῷ βριαρὸς συναντήσας ἔμελλε κατεσθίειν, ἕτοιμον εὑρὼν θήραμα. ὁ ὄναγρος δὲ αὐτοῦ ἐδέετο λέγων · ” παῦσόν με πρῶτον τοῦ πόνου τὸν σκόλοπα ἐκ τοῦ ποδὸς ἑλκύσας “. τοῦ δὲ λύκου τοῖς ὀδοῦσι τὸν σκόλοπα ἑλκύσαντος, ὁ ὄναγρος κουφισθεὶς τῆς τοῦ ποδὸς ἀλγηδόνος, λακτίσας τοῖς ποσὶ τοῦ λύκου τὸ στόμα, νεκρὸν ἀφῆκε, καὶ εἰς ὄρος δραμὼν διεσώθη. ὁ λόγος δηλοῖ ὅτι καλὸν κακοῖς ποιήσας οὐχ ἕξεις εὐχαριστίαν, μᾶλλον δὲ λοιδορίαν. 283ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν · εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον. ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμβάνειν αὐτὰς ἐπειρᾶτο. τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν · ” ἀλλ’ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι “. οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας. 284ὀρνιθοθήρας πτηνοῖς πάγην ἵστη. κορύδαλος δὲ αὐτὸν θεασάμενος ἤρετο τί ποιεῖ. τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθε, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺ βρόχους. τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαβόντος αὐτόν, ἔφη · ” ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις “. ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν. ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστη. κορύδαλος δὲ τοῦτον θεασάμενος ἠρώτα, μακρόθεν ἑστώς · ” τί ἐργάζῃ “; τοῦ δὲ εἰπόντος · ” πόλιν κτίζω, “καὶ μικρὸν ὑποχωρήσαντος καὶ κρυβέντος, ὁ κορύδαλος πεισθεὶς τοῖς λόγοις τοῦ ἀνδρὸς προσῆλθε τῷ τόπῳ, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. ὁ δὲ ὀρνιθοθήρας δραμὼν ἀνελάβετο αὐτόν. καὶ ὁ κορύδαλος · ” ὦ οὗτος, ἔφη, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις “. ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν. ὀρνιθοθήρας ὄρνισιν ἵστη παγίδας. κορύδαλος δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ’ἐργάζοιτο. τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν · ” ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας “. ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν. ὄρνιθας θηρῶν ἵστησί τις παγίδας. κορύδαλος δ’ἠρώτα τοῦτον μακρόθεν ἱστάμενός γε καὶ παραβλέπων τοῦτον. τοῦ δέ · ” καλλίστην πόλιν, “φήσαντος,” κτίζω, “ὑπεχώρησεν καὶ μικρὸν ὑπεκρύβη. ὁ δὲ προσῆλθε πιστεύσας τῷ ἀνθρώπῳ, καὶ δάκνων τὸ δέλεαρ, παγίς που πίπτει. δραμὼν δ’ὀρνιθοθήρας λαμβάνει τοῦτον. ἔφη δ’ὁ κορύδαλος τῷ καταράτῳ · ” εἰ πόλεις γε κτίζεις τοιαύτας, ὦ φίλε, οὐ πολλοὺς εὑρήσεις τοὺς οἰκοῦντας ἔσω “. ὁ μῦθος τοῦτο λέγει · οἶκοι καὶ πόλεις μᾶλλον τότ’ἐρημοῦνται, ὅταν χαλεπαίνωσιν οἱ προεστῶτες. 285ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπεκαραδόκει τὴν ἄγραν. πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ’ἐκείνων καὶ αὐτὸν συνέλαβε. τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο · ” ἀλλ’εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας “. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη εἰς τὸ θηρεῦσαι γεράνουςτε καὶ χῆνας τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης. ὁ δὲ σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει, ὅστις ἐκθλασθεὶς αὐτοῦ τὸν ποῦν τὸν ἕνα καθικέτευεν αὐτὸν ἀπολυθῆναι, καὶ δὴ πρὸς αὐτὸν τοιαῦτα ἀνεβόα · ” σῶσον, ὦ ἄνερ, ἀπόλυσον ἐντεῦθεν, ἐλέησόν με τὸν κατακεκλασμένον. νῦν οὖν καθῖσα γενόμενος ἐνταῦθα · οὐ γὰρ γέρανός εἰμι · δεῦρο καὶ ἰδέ · πελαργός εἰμι, εὐσεβέστατον ζῷον, ὅστις πατέρι καὶ μητέρι δουλεύω. ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων “. ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη · ” οἶδά σε κα- κἀγὼ οὐ δ’ὅλως ἀγνοῶ σε · ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’αὐτῶν καὶ τεθνήξῃ “. ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. ἐν τῇ ἀρούρᾳ γεωργὸς πάγας ἵστα, ὅπως γεράνους ἠδὲ χῆνας θηρεύῃ, τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρας. σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς τα- θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα · ” ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με · οὐ γὰρ ἐγὼ γέρανος, οὐ δὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος “. ὁ δὲ γεωργὸς γελάσας ἔφη · ” οἶδα κα- κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς “. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταβαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα. πελαργὸς δέ τις τοῖς γεράνοις συνῆν τῆς μὲν διατριβῆς κοινωνῶν, τῆς δὲ βλάβης ὁ γεωργός, βρόχους στήσας, μετὰ τῶν γεράνων εἷλε καὶ τὸν πελαργόν, καὶ δίκην ὑπεῖχεν ὧν οὐδὲν προηδίκησε. ὁ μῦθος δηλοῖ ὅτι ὁ τοῖς πονηροῖς συνὼν τὴν αὐτὴν αὐτοῖς ὑφίσταται δίκην. ἀρούρῃ παγίδας γεωργὸς ἔστησε. θηρεύσας δὲ γεράνους τοὺς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι, λέγων · ” οὐ γάρ εἰμι γέρανος · πελαργός εἰμι, εὐσεβέστατον ζῷον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω. ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία “. ὁ δὲ ἔφη · ” οὐκ οἶδα τί λέγεις · ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’αὐτῶν σε καὶ ἀπολέσω “. ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς. ἀρούρῃ παγίδας γεωργὸς ἐστήσατο κατὰ τῶν τὸν σπόρον βιβρωσκομένων γεράνων. σὺν αὐταῖς οὖν εἰλήφει καὶ πελαργόν. ὁ δὲ θερμῶς ἠντιβόλει τοῦ ἀφεθῆναι · ” οὐ γάρ εἰμι γέρανος, “ἔλεγεν,” ἀλλὰ πελαργός, τὸ εὐσεβέστατον ζῷον καὶ τοῖς πατράσιν εὐνοϊκώτατον. ἰδὲ γάρ μου καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία ἐκείναις “. ὁ δὲ ἔφη · ” οὐκ οἶδα τί λέγεις. ἔγωγε σὺν αὐταῖς σε κατέσχον καὶ τὴν ὁμοίαν ψῆφον ἐπιτάξαι σοι μέλλω “. ὅτι ἐπισφαλὲς τὸ συγκοινωνεῖν κακοῖς καὶ ἐπικίνδυνον. 286ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου, μὴ ἔχων ὅ τι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασσὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη · ” ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μη δὲ τῶν ὁμοφύλων ἀπέχῃ “. ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται. 287ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη · ” ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται “; οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κα- κἂν τὰ μάλιστα εὐεργετῆται. 288ὄρνιθα δέ τις πάνυ καλλίστην εἶχεν, ἥτις ἔτικτεν ἀεὶ ὠὰ χρυσέα. ὁ δὲ νομίσας χρυσὸν ἔνδον ὑπάρχειν σφάξας πάραυτα εὗρε ταύτην ὁμοίαν ὥσπερ τὰ λοιπὰ ὑπάρχειν τῶν ὀρνίθων. ὁ δὲ τὸν πλοῦτον εὑρηκέναι νομίσας ἀπεστέρηται καὶ τοῦ μικροῦ τοῦ κέρδους. ὁ μῦθος δηλοῖ ὅτι ἔχων τι ἀρκέσθητι ἐπὶ τούτῳ, τὴν δὲ ἀπληστίαν φεῦγε, μή πως καὶ ὅ ἔχεις ἀπολέσῃς. χρυσοῦν ὠὸν ἔτεκεν ὄρνις ἐν χρόνῳ · καί τις πλανηθεὶς χρυσεραστὴς τὰς φρένας αὐτὴν τοῦ εὑρεῖν χρυσὸν πολὺν ἀνεῖλεν. ὡς δ’εὗρεν αὐτὴν μεμεστωμένην κόπρῳ, κατηφὴς ἐγένετο καὶ τεθλιμμένος. πολλ’ἐλπίσας καὶ τοῦ μικροῦ ἐστερήθη. ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν. ὄρνιν τις εἶχε καλὴν χρυσᾶ ὠὰ τίκτουσαν · νομίσας δὲ ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι καὶ θύσας εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη. ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω. Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρυσᾶ τίκτουσαν. ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ ὅτι πάντα τὰ ἐντὸς χρυσᾶ ἔχει ὁ χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. συνέβη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν · τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. οὕτω πολλάκις οἱ πλεονέκται δι’ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται. 289οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. τὰ δὲ λοιπὰ μέλη ἔλεγον · ” πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα “; ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως, εἰς βάραθρον πετρῶν ἐνεχθεῖσης, ὁ ὄφις τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἐπλήγη. σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα · ” σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα · τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην “. ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει. δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ πάντος ἀκολουθεῖν ἐκείνῃ. λαβοῦσα δὲ τὴν ἡγεμονίαν ἑαυτήντε κακῶς ἀπήλλαττε ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν κατέξαινε τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι. ὁ λόγος δηλοῖ ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσι. 290ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ’ἐκείνους ἐτράπησαν. οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι. 291ὄφις καὶ καρκῖνος ἐν τα- ταὐτῷ διέτριβον. καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο · ὁ δὲ ἀεὶ ὕπουλόςτε καὶ πονηρὸς ἦν. τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάβεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο. διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαβόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν · ” ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν · καὶ οὐκ ἂν ἀνῄρησο “. οὗτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται. ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κα- κἀκείνῳ παρῄνει τῆς πανουργίας. ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. ἐπιτηρήσας δ’ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόντε πιέσας, φονεύει. τοῦ δ’ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν · ” οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι · οὐ δὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας “. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται. 292ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν · ” ἀλλ’εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι “. ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται. 293βοῦν τινες ἐπ’ἀγροῦ θύοντες τοὺς συγγενεῖς ἐκάλεσαν · ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ’ἧς καὶ ὁ παῖς εἰσῆλθε. προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, ἐπειδὴ προειστιᾶτο, καὶ διαβασανιζόμενον ἔλεγεν · ” ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα “. ἡ δὲ εἶπεν · ” οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες “. οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. βοτῆρες ἐπ’ἀγρῷ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ’ἧς καὶ ὁ παῖς αὐτῆς. προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν · ” ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ “. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν · ” οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες “. ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. βοτῆρες ἐν ἀγρῷ ἔθυον αἶγα. συνῆν δ’αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός. τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν · ” ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ “. ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν · ” οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ἃ κατέφαγες “. ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμβάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς. 294παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. πολλὰς δὲ συλλαβών, ὡς ἐθεάσατο σκορπίον, οἰηθεὶς ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα, οἷόςτε ἦν καταφέρειν αὐτόν. καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν · ” εἴθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς “. οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ τα- ταὐτὰ προσφέρεσθαι. παῖς τις συνάγων εἰς ἀρούρας ἀκρίδας ἔμελλεν ἆραι σκορπίον ἀντ’ἀκρίδος. ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐβόα, λέγων · ” ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας “. ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. παῖς τις συνάγων ἀκρίδας εἷλε καὶ σκορπίον ἀντὶ ἀκρίδος. ὁ δὲ πρὸς τὸν παῖδα, ἄκακον ὄντα νοήσας, ἔφη · ” ἄπελθε, μὴ θήρευε, μὴ πάσας ἀπολέσῃς “. παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν · ” ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κα- κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς “. ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν. παῖς τις ἀκρίδας θηρεύων καὶ σκορπίον ἤμελλεν ἆραι ὡς γένος ἀκρίδος ὄντα. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν ἰδὼν τὸ οὐραῖον στήσας καὶ τὸ κέντρον ὀξύνας εἶπεν · ” ἄπελθε καὶ σῴζου, ὦ παῖ, μὴ κα- κἀμὲ θηρεύων καὶ πάσας ἃς ἔχεις ἀπολέσῃς “. ὅτι καλὸν τὸ γινώσκειν τὰ ἐναντία, καὶ τὸ μὲν καλὸν τιμᾶν, τὸ δὲ κακὸν φεύγειν, ἐκ πείρας δὲ πάντα. 295μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οἱ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. διόπερ φοβουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ. καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν. οὕτωτε συνέβη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν. 296υἱόν τις μονογενῆ γέρων δειλὸς ἔχων γενναῖον καὶ κυνηγεῖν ἐφιέμενον, τοῦτον καθ’ὕπνους εἶδεν ὑπὸ λέοντος θανατωθέντα. φοβηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας, ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείω τὴν λύπην εἶχε. καὶ δήποτε πλησίον τοῦ λέοντος στάς · ” ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ · τί σοι ποιήσω “; καὶ εἰπὼν ἐπέβαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. σκόλοψ δὲ τῷ ὄνυχι αὐτοῦ ὑπεισδὺς ἄλγημα ὀξὺ καὶ φλεγμονὴν μέχρι βουβώνων εἰργάσατο · πυρετόςτε ἐπὶ τούτοις ἀνάψας τὸν παῖδα θᾶττον τοῦ βίου ὑπεξήγαγεν. ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. ὅτι ἃ δὴ μέλλει συμβαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω · οὐ γὰρ ἐκφεύξεται. υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυνηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ’ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. φοβηθεὶς δὲ μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε, κα- κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείονα λύπην εἶχε. καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν · ” ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ · τί σοι ποιήσω “; καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο · πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν. υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον εἶδε καθ’ὕπνον ὑπὸ λέοντος θνῄσκειν. ὁ δὲ φοβηθεὶς μὴ το- τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζῴοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων αὐτὸς ἀπεμορφώθη. ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον. ὃς ἱστάμενος τοῦ λέοντος πλησίον τούτῳ προσεῖπεν · ” ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ. ἂ ἄ, τί δέ σοι ἐγὼ ἄρτι ποιήσω “; ταῦτα δὲ αὐτοῦ τῷ λέοντι εἰπόντος, ὑπεξέτεινε τὴν χεῖρα ὑπὸ βάτου, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα καῦσαι. εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, ἄλγημα μέγα ἐφλέγμανε τὸν νέον καὶ παραυτίκα ἄλαλος κατεκλίθη. ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον. ὁ μῦθος δηλοῖ ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω καὶ μὴ κατασοφιζέσθω · οὐ γὰρ ἐκφεύξεται. 297παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελόμενος τῇ μητρὶ ἐκόμισε. τῆς δὲ οὐ μόνον αὐτῷ μὴ ἐπιπληξάσης, ἀλλὰ μᾶλλον ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. ληφθεὶς δέ ποτε ἐπ’αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς · καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαβόμενος, κατέδακεν αὐτό. τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέβειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωβήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν · ” ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι “. ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε. τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτόν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει. ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν · ” θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς “. τῆς δὲ προσελθούσης ταχέως, ἐπελάβετο τοῦ ὠτὸς αὐτῆς καὶ ἀπέκοψε. τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη · ” ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην “. ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει. παῖς ἐκ τοῦ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον κλέψας τῇ ἑαυτοῦ μητρὶ ἐπιδέδωκε. τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ · ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης, προϊόντος τοῦ χρόνου, ὁ παῖς, ὡς νεανίας ἤδη γέγονεν, ἤρξατο καὶ τὰ μείζονα κλέπτειν. ληφθεὶς οὖν ποτε ἐπ’αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκτυπούσης, εἶπεν ὁ παῖς πρὸς τοὺς δημίους · ” ἐάσατέ με λαλῆσαι τῇ μητρί μου πρὸς τὸ οὖς λόγον ἕνα “. τῆς δὲ ταχέως ἐλθούσης, καὶ τὸ οὖς αὐτῆς τῷ στόματι τοῦ υἱοῦ αὐτῆς ἐπιθείσης, τοῖς ὀδοῦσιν αὐτοῦ τοῦ ὠτίου αὐτῆς γενναίως δραξάμενος, ἀπέκοψεν αὐτό. τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεβηκότος, ἔφη ἐκεῖνος · ” αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία · εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην “. ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. παῖς φέρει δέλτον κλέψας τοῦ διδασκάλου καὶ τῇ μητρὶ φέρει ταύτην μετ’εὐφροσύνης. ἡ δὲ λαμβάνει ταύτην σὺν χαρμοσύνῃ. ἐν δευτέρῳ δὲ χρόνῳ ἐσθῆτα κλέπτει, καὶ τοῦτο πράττων ὁ παῖς συχνάκις ἄγει. ὡς γοῦν ηὔξανεν ὁ νεανίας ἔτει, γηράσας ποτὲ τῷ χρόνῳ μείζω κλέπτει. ἀλλ’ὀψέ ποτε ληφθεὶς ἐπ’αὐτοφώρῳ ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης. ἀλλ’ὀπίσωθεν αὐτοῦ ἡ μήτηρ ἱσταμένη καὶ κλαίουσα ἐβόα · ” τί πέπονθας τοῦτο, ἐμὸν ὦ τέκνον “; ὁ δ’ἔφησε πρὸς τὴν μητέρα · ” ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον “. ἡ δ’ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ · ” εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην “. οὗτος ὁ μῦθος λέγει · δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων · ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμμαθητοῦ δέλτον κλέψας ἤνεγκε τῇ μητρί. τῆς δὲ μὴ ἐπιπληξάσης, μᾶλλον μὲν οὖν ἀποδεξαμένης, προϊὼν τοῖς χρόνοις ἤρξατο καὶ τὰ μείζω κλέπτειν. ἐπ’αὐτοφώρῳ δέ ποτε ληφθεὶς ἀπήγετο τὴν πρὸς θάνατον. τῆς δὲ μητρὸς ἑπομένης καὶ ὀλοφυρομένης, ἐκεῖνος τῶν δημίων ἐδεῖτο βραχέα τινὰ τῇ μητρὶ διαλεχθῆναι πρὸς οὖς. τῆς δέ ταχέως τὸ οὖς τῷ στόματι τοῦ παιδὸς προσθείσης, ἐκεῖνος τὸ οὖς τοῖς ὀδοῦσι δακὼν ἀφείλετο. τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ἤδη καὶ εἰς τὴν μητέρα ἠσέβηκεν, ἐκεῖνος εἶπεν · ” αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος · εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον “. ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά. 298παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν · ” ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ “. ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ἑαυτῶν διδόντας ἀδικεῖσθαι. παῖς λουόμενος ἐν ποταμῷ ἐκινδύνευε πνιγῆναι. καὶ ἰδών τινα παροδίτην ἐπεφώνει · ” βοήθησόν τι “. ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν. τὸ δὲ παιδίον εἶπεν · ” ἀλλὰ νῦν μοι βοήθησον · ὕστερον δὲ σωθέντα μέμφου “. ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει · καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον. οὔπω κολυμβᾶν μειράκιον μαθὸν ποταμὸν διειδῆ καὶ καλὸν θεωρῆσαν ἔρριψεν ἑαυτὸν γυμνὸν ὡς κολυμβήσων. τὸ ῥεῦμα δὲ αὐτὸ καὶ τὸ βάθος οὐκ εἴα στῆναι. τὸ δὲ βουκόλον ἐφώνει · ” ἀπὸ τῆς ὄχθης τὰς χεῖρας ἔκτεινον “. ὁ δὲ τολμηρὸν ἐκάλει καὶ οὐκ ἐδίδου χεῖρα. τὸ δὲ εἶπεν · ” ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με “. ὅτι τοὺς ἐν κινδύνοις ἀπείρως ἐμπεσόντας δεῖ πρότερον σῴζειν, ἔπειτα διδάσκειν καὶ νουθετεῖν. 299παρακαταθήκην τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίςτε εἴη καὶ ποῖ πορεύοιτο. τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσι εἴωθεν. ὁ δὲ ἔφη · ” διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα “. καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐ δὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. ὁ δὲ ὑπολαβὼν ἔφη · ” ἀλλ’εὖ ἴσθι ὡς, ὅταν μέλλῃ τις ἀνιᾶσαί με, καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα “. ὁ λόγος δηλοῖ ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία. 300ἔχων τις δύο θυγατέρας, τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’οὐ πολὺ παρεγένετο πρὸς τὴν τοῦ κεραμέως καὶ αὐτῆς ἐπυνθάνετο πῶς ἔχοι. τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρίατε λαμπρὰ ἐπιμείνῃ καὶ λαμρπὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν · ” ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξομαι “; οὕτως οἱ ἐν τα- ταὐτῷ τοῖς ἀνομίοις πράγμασιν ἐπειχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν. γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, τα- θἀτέραν δὲ κεραμεῖ. ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τάτε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. ἡ δέ · ” τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς · εὔχου δ’ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο “. ἐκεῖθεν δ’ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. τοῖς δ’αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς · ” τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει · εὔχου δ’αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρουςτε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο “. καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη · ” σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί “. ὁ μῦθος ὅτι οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, κα- κἂν οὐδένων εἰσὶν ἐλάττω. 301πέρδιξ καὶ κυνηγέτης. πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην. ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα · ” ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κα- κἀγὼ πέρδιξ πολλὰς προσάξω “. ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη · ” διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις “. ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι. ἡ δ’ἱκέτευεν αὐτὸν λέγουσα οὕτως · ” ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κα- κἀγὼ δέ σοι πέρδικας πολλὰς προσάξω “. ὁ δ’ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε · ” σὺ δὴ ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι “. ὁ μῦθος πρὸς τὸ μη δ’ὅλως πιστεύειν τοῖς ἐχθροῖς. πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός · ” διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις “. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν. πέρδικά τις θηρεύσας ἤμελλε σφάξαι. ἡ δὲ ἱκέτευε λέγουσα · ” ἔασόν με ζῆν καὶ ἀντ’ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω “. ὁ δὲ εἶπεν · ” δι’αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις “. ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. 302περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι. διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάξασα. συνέβη δὲ αὐτῇ, τῶν πτερῶν περιθραυσθέντων, ἐπὶ τῆς γῆς καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπροσκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες λανθάνουσιν ἑαυτοὺς εἰς ὄλεθρον εἰσιέντες. περιστερὰ δίψῃ συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι τόπῳ κρατῆρα ὕδατος γεγραμμένον, ἐνόμισεν ἀληθινὸν εἶναι. διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι. ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς προθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐγχειροῦντες ἐμβάλλουσιν ἑαυτοὺς εἰς ὄλεθρον. 303περιστερὰ ἔν τινι περιστεροτροφείῳ τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη · ” ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη · ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις “. οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν. περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐν πολυτεκνογονείᾳ ἐφρυάττετο. κορώνη δὲ ἀκούσασα ταύτην ἔφη · ” παῦσαι τοῦ ἀλαζομεύεσθαι · ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις “. ὁ μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν. 304Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν. ἐξ οὗ δὴ συνέβη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται. Προμηθεὺς ὁ θεός, ὥς φασι, πρῶτον ἄνθρωπον πλάττων, δύο πήρας πηλίνας αὐτῷ ἀπεκρέμασε γεμούσας κακῶν, τὴν μὲν ἔμπροσθεν, τὴν βραχυτάτην, τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν, τὴν μείζω, τῶν ἰδίων. ὅτι οἱ ἄνθρωποι τὰς ἀλλοτρίας μᾶλλον συμφορὰς βλέπουσιν ἀκριβῶς, τὰς δὲ οἰκείας ἀγνοοῦσιν. 305πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθίσας, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ἠϊόνος σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’αὐτῶν πραττόμενα. ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, καταβὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν · φασὶ δὲ μιμητικὸν εἶναι τὸ ζῷον. ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν “; ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστιν. πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’αὐτῶν γινόμενα. καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταβὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς · φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. ὁ δὲ πρὸς ἑαυτὸν ἔφη · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν “; ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστι. μιμηλόν ἐστι φύσει ζῷον ἡ πίθηκος. μία οὖν ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶσα εἶδεν ἐπὶ τοῦ χείλους τῆς θαλάσσης ἡπλωμένον καὶ ἡλιαζόμενον δίκτυον. τοῦτο ἄρασα ἐπειρᾶτο εἰς βυθὸν βαλεῖν · τὸ δὲ ἐπὶ τοῦ τραχήλου εἰληθὲν εἷλκε τὴν μιμῶ κατὰ τοῦ βυθοῦ. ἡ δ’ἐλάλαζεν ὅτι μηδεὶς ὃ μὴ ἔμαθεν μη δὲ ποιείτω. ὅτι μηδεὶς ὃ μὴ ἔμαθε μη δὲ ἐκ πείρας ἔχει πειράτω ποιεῖν · σὺν τῇ ἀπειρίᾳ γὰρ καὶ κακόν τι προσλήψεται. 306ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. γενομένων δὲ αὐτῶν κατὰ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον) συνέβη χειμῶνα σφοδρὸν γενέσθαι. περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμβώντων, καὶ ὁ πίθηκος ἐνήχετο. δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι ὑπεξελθὼν διεκόμιζεν. ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ, τὸν λιμένα τῶν Ἀθηναίων, ἐπυνθάνετο τοῦ πιθήκου εἰ τὸ γένος Ἀθηναῖός ἐστι. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἤρετο αὐτὸν εἰ ἐπίσταται τὸν Πειραιᾶ. καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρωπον λέγειν, ἔφασκε καὶ φίλον αὐτῷ καὶ συνήθη τοῦτον. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέκτεινε. πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος. ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. γενομένων δ’αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέβη γενέσθαι. τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμβώντων, ἐνήχετο καὶ ὁ πίθηκος. δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαβών, ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐπανήρετο εἰ καὶ τὸν Πειραῖα ἐπίσταται. ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν, ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων αὐτὸν ἀπέκτεινεν. ὁ μῦθος πρὸς ἄνδρας οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν. 307ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχήσατο. σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης, τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους ὁ λόγος εὔκαιρος. 308τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετ’ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. συμβαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι. ὁ λόγος δηλοῖ ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκε. δύο γεννᾷ τέκνα μιμώ · καὶ τὸ μὲν ἓν ἀγαπᾷ, τὸ δὲ ἕτερον μισεῖ. καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κα- κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει · ὃ δὲ μισεῖ, διώκει. τοῦτο δὲ ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθ’ἑαυτό. ὅτι τοιοῦτον ἦθός τινες τῶν ἀνθρώπων ἔχουσιν, οἷς ἀεὶ μᾶλλον ἐχθραίνειν ἐστὶ καλὸν ἢ φιλεῖν · ὅπερ καὶ περὶ γονέων πολλάκις πρὸς οἰκεῖα γίνεται τέκνα, ὡς δῆθεν φίλων αὐτὰ τῆς σωτηρίας ἐμποδίζουσιν · ὅσα δὲ δῆθεν μισοῦσι, αὐτὰ εὐκόλως πρὸς σωτηρίαν ἀπέρχονται καὶ τὸ τῶν μονάχων σχῆμα περιβάλλονται. δύο τέκνων μητέρα τὸν πίθηκον εἶναι ἀκήκοα · ἀμφοτέροις οὖν κληρονομίαν χαρίζεσθαι, τῷ μὲν τὸ μῖσος, τῷ δὲ τὴν οἰκείαν ἀγάπην, δι’ἧς καὶ ἀποκτείνει τὸ πεφιλημένον, συχνῶς περιπτυσσομένη καὶ περιλείχουσα. τὸ δὲ μισηθὲν τὰς ἐρήμους φοιτῆσαν, διέδρασε τὸν κίνδυνον. κρείττω ἡμῖν τῆς κακίστης φιλίας τὴν ἐχθρὰν ἐλέγχει ὁ μῦθος. ὁ πίθηκος δύο τέκνα τεκών · τὸ μὲν ἕτερον τούτων ἀγαπῶν ἐνστερνίζεται, τὸ δὲ ἕτερον ἀποστρέφεται · καὶ ὃ μὲν ἀγαπᾷ, ἐν τοῖς κόλποις ἀεὶ περισφίγγει καὶ θανατοῖ ἀποπνίγουσα · ὃ δὲ μισεῖ, μὴ περισφιγγόμενον ἀποφεύγει τὸν θάνατον. 309ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. τῶν δὲ πλέοντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν καινῆς γαληνῆς γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντότε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. καὶ στερρὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς · ” ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου “. ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους. 310πλούσιος βυρσοδέψῃ παρῳκίσθη · μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταβῇ. ὁ δὲ ἀεὶ αὐτὸν διανεβάλλετο λέγων μετ’ὀλίγον χρόνον μεταβήσεσθαι. τούτου δὲ συνεχῶς γενομένου, συνέβη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν. ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει. πλούσιος βυρσεῖ γειτονεύων καὶ μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν ἐπέκειτο τῷ βυρσεῖ τοῦ μεταβῆναι ἐκεῖθεν. ὁ δὲ ἀνεβάλετο λέγων μετ’ὀλίγον χρόνον. τούτου δὲ συχνῶς γενομένου, συνέβη γενέσθαι συνήθη τῇ δυσωδίᾳ, καὶ οὐκέτ’αὐτὸν ἐνώχλει. ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ καταπραΰνει πράγματα. ἐν τόπῳ τινὶ πλησίον ἀνδρὸς πλουσίου βυρσοδέψης ἔμελλεν οἰκῆσαι. ὁ δὲ τοῦτον ἐδίωκε διὰ τὴν δυσοσμίαν. τοῦ δὲ λέγοντος · ” πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ, “ἔφη · ” οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποβαλοῦμεν “. ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμβουλίαις, μάλιστα ταῖς πρὸς βλάβην τῆς φύσεως οὔσαις. μυρεψὸς ἔν τινι τόπῳ ἦν οἰκήσας. ὁ γοῦν κύριος ἐδίωκε τοῦ οἴκου διὰ τὴν ὀδμὴν αὐτοῦ καὶ δυσωδίαν. τοῦ δὲ λέγοντος · ” ὀλίγον ἀνιάσει, μετὰ δὲ ταῦτα οὐκέτι ὀσφρανθήσει, “αὐτὸς πρὸς αὐτὸν οὕτως ἐβόα λέγων · ” τί διὰ τὴν σὴν ἥνπερ κτᾶσαι νῦν τέχνην ἡμεῖς ἅπαντες διώξομεν ὀσφρήσεις “; ὅτι οὐ χρὴ ἡμᾶς συγκοινωνεῖν ταῖς ματαίαις συμβουλίαις. 311πλούσιος δύο θυγατέρας ἔχων, τῆς ἑτέρας ἀποθανούσης, τὰς θρηνούσας ἐμισθώσατο. τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα · ” ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, “ἐκείνη ὑποτοχοῦσα εἶπεν · ” ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν · ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν “. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν. πλούσιός τις δύο θυγατέρας ἔχων, συνέβη τελευτῆσαι τὴν μίαν. καὶ δὴ θρηνητρίας μισθωσάμενος, ᾠδικώτερον ἔκλαιον. τῆς δὲ ἑτέρας αὐτοῦ θυγατρὸς πρὸς τὴν αὑτῆς μητέρα εἰπούσης · ” ἄθλιαι αὐταί, εἴγε ὧν ἐστι τὸ πάθος θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μὴ προσήκουσαι αὗται οὕτω σφοδρῶς κόπτονται “. πρὸς δὲ αὐτὴν ἡ μήτηρ ἔφη · ” μὴ θαύμαζε, τέκνον · ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τοῦτο ποιοῦσιν “. ὁ μῦθος δηλοῖ ὅτι διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν. 312ποιμὴν ἔν τινι παραθαλασσίῳ τόπῳ νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήντε καὶ πραεῖαν, ἐπεθύμησε πλεῖν. διόπερ πωλήσας τὰ πρόβατα, φοίνικας ἐπρίατο καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσας, μόλις ἐπὶ γῆς διενήξατο. πάλιν δὲ γαλήνης γενομένης, ὡς ἐθεάσατό τινα ἐπὶ τῆς ἠϊόνος ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη · ” ἀλλ’, ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ “. οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνονται μαθήματα. ποιμὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήντε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. διόπερ πωλήσας αὐτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας ναῦν ἐμφορτωσάμενος ἀνήχθη. χειμῶνος δὲ σφορδοῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσας, αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. μετ’οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν ἔφη · ” ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ “. οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα. ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηῒ διεσώθη. μετὰ δ’ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαβὼν οὗτος εἶπεν · ” ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα “. ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται. 313ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προβάτων παραβάλλειν. καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν · ” ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο “. πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος. ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνῃσκόντων προβάτων. καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν · ” καλῶς ποιεῖς συμπαθῶν · πλὴν ἀλλὰ μὴ γένοιτο μη δὲ συμβαίη ὅπερ θέλεις “. ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως. 314ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν, οἰόμενος ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπαζοντες αὐτῷ οἴσουσιν. οἱ δέ, ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρῶτον αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν · ” ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν “; οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόβατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ. οἱ δὲ, ὡς ηὐξήνθησαν, πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν. καὶ ὃς ἀναστενάξας εἶπεν · ” δίκαια πέπονθα · τί γὰρ μὴ νηπίους ἀπέκτεινον “; ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασῴζοντες λανθάνουσι καθ’ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. 315ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. τῶν δὲ κυνῶν ἔσθ’ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας · εἶτα ὑπέστρεφεν. εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν. ὁ μῦθος δηλοῖ ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει. 316ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἐκ τῶν σύνεγγυς ποιμνίων. ὁ λύκος δὲ διδαχθεὶς ἔφη · ” ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς “. ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔβλαψαν. 317ποιμὴν εἰσελάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν κατέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. ὁ δὲ ποιμὴν καταβάς, ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν · ” ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρεχόμενα, ἐμοῦ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε “. οὕτω τῶν ἀνθρώπων πολλοὶ δι’ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται. ποιμὴν νέμων πρόβατα εἰς δρυμῶνα, ὡς ἐθεάσατο δρῦν μεστὴν βαλάνων, ὑπεστρώσατο τὸ ἱμάτιον καὶ ἀνέβη ἐπ’αὐτὴν καὶ τὸν καρπὸν κατασείων ἔρριπτεν. τὰ δὲ πρόβατα ἐσθίοντα τοὺς βαλάνους συγκατέφαγον καὶ τὸ ἱμάτιον. ὡς δὲ καταβὰς ὁ ποιμὴν καὶ τὸ γεγονὸς ἐθεάσατο, εἶπεν · ” ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια παρέχετε καὶ ἐσθῆτας · ἐμοῦ δὲ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλασθε “. ὁ μῦθος δηλοῖ δι’ἄγνοιαν πολλοὺς τοὺς μη δὲ προσήκοντας εὐεργετεῖν καὶ κατὰ τῶν οἰκείων φαῦλα ἐργάζεσθαι. ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόβατα, ὑποστρώσας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ ἀναβὰς τὸν καρπὸν κατέσειε. τὰ δὲ πρόβατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμάτια συγκαταφαγόντα. ὁ δὲ ποιμὴν καταβάς, ὡς εἶδε τὸ γεγονός · ” ὦ κάκιστα, ἔφη, ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε “. ὁ μῦθος δηλοῖ ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι’ἄνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται. 318μάνδρας ἔσω πρόβατα ποιμὴν εἰσάγων μετ’αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ ὁ κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν · ” πῶς τὰ πρόβατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ “; ὅτι μεγίστην βλάβην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. ποιμὴν εἰς μάνδραν τὰ πρόβατα εἰσάγων ἔμελλε μετ’αὐτῶν εἰσαγαγεῖν λύκον. κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει · ” πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι “; ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία. 319ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος · ἐπιβοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν, ἔλεγεν ὡς λύκοι τοῖς προβάτοις ἐπῆλθον. δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοηθείᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεινοῖ ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον · καὶ οὕτως αὐτῷ συνέβη τῶν προβάτων στερηθῆναι. ὁ λόγος δηλοῖ ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδολόγοι τὸ μη δὲ ὅταν ἀληθεύωσι, πιστεύεσθαι. παιδίον που πρόβατα νέμον, ὥσπερ λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε · ” βοηθεῖτε ὧδε, ἔρχεται λύκος “. οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. τοῦτο δὲ ποιήσαντος πολλάκις, εὕρισκον ψευδόμενον. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶτος · ” δεῦτε, λύκος, “οὐκέτι τις πεπίστευκε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. ὁ δὲ λύκος εὑρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως. ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται. καί που παιδίον ποίμνια νέμον ὄρει ἀνακέκραγε · ” βοηθεῖτέ μοι, λύκος “. οἱ δὲ ἀγρῶται τρέχοντες εἰς τὴν ποίμνην τοῦτον ηὕρισκον μὴ ἀληθεύειν ὅλως. ὃ καὶ πολλάκις τοῦ παιδὸς πραξαμένου, ηὕρισκον τοῦτο ψευδὲς ὑπάρχειν πάλιν. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ νέου βοῶντος · ” ἔλθετε, λύκος, “οὐκέτι οὐδεὶς πεπίστευκε τῷ νέῳ, εἰς τὸ ἀπελθεῖν καὶ χεῖρα ἐπορέξαι. εὐθὺς δ’ὁ λύκος τυχὼν πάσης ἀδείας τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως. ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ ὅτι πολλάκις, κα- κἂν ἀλήθειαν εἴπῃ, οὐ δὲ ἐκεῖνο πιστεύεται. καί που παιδίον ποίμνια νέμον ἐφ’ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε · ” βοηθεῖτέ μοι, λύκοι “. οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα. τοῦτο δὲ πολλάκις τοῦ παιδὸς πραξαμένου, οἱ τοιοῦτοι συνήρχοντο καὶ ἀεὶ ψεῦδος εὑρίσκοντες ἀπήρχοντο. μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, ὁ παῖς ἐβόα · ” ὁ λύκος, δεῦτε “. ἐπεὶ δὲ οὐδεὶς ἐπίστευεν οὐ δ’ἀπήρχετο βοηθῆσαι, ὁ λύκος ἀδείας λαβόμενος, εὐκόλως τὴν ποίμνην πᾶσαν διέφθειρεν. ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον οὐκ ὠφελεῖ τινα τὸ μὴ λαλεῖν τὰ ἀληθῆ ὅσον δεῖ φοβεῖσθαι μήπως ἐκ τούτου οὐ δὲ τὰ ἀληθῆ λέγων εἰσακούσθῃ. παῖς τις νέμων πρόβατα συνεχῶς ἐπὶ τὸ χῶμα ἀνιὼν ἐβόα · ” λύκος, βοηθεῖτε “. οἱ δὲ ἀγρόται τρέχοντες ἐκεῖσε εὕρισκον ψεῦσμα. τοῦ δὲ λύκου ἀληθῶς ἐλθόντος καὶ τοῦ παιδὸς βοῶντος, οὐδεὶς ἐπίστευσε καὶ ἀπῆλθε πρὸς βοήθειαν. ὁ δὲ λύκος τὰ πρόβατα διέφθειρε. ὅτι τοῦτο ὄφελος τῷ ψεύστῃ, ἵνα, κα- κἂν ἀλήθειαν λέγῃ, μὴ πιστεύηται. 320θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ · ὕβριν δὲ μόνην κατέλαβεν · ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ. ὅτι ἔνθα ἂν προέλθῃ ὕβρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ’αὐτὴν ἀκολουθεῖ. 321ποταμὸς δι’αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε · ” τίς καλῇ “; τῆς δὲ εἰπούσης · ” σκληρὰ καλοῦμαι, “ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν · ” ἄλλο τι ζητεῖ καλεῖσθαι · ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω “. ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου. 322πρόβατον ἀφυῶς κειρόμενον πρὸς τὸν κείροντα ἔφη · ” εἰ μὲν ἔρια ζητεῖς, ἀνωτέρω τέμνε · εἰ δὲ κρεῶν ἐπιθυμεῖς, ἅπαξ με καταθύσας τοῦ κατὰ μικρὸν βασανίζειν ἀπάλλαξον “. πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος ἁρμόδιός ἐστι. ἐν τόπῳ τινὶ χήρα τις εἶχε πρόβατον. τούτου δὲ τὸν πόκον θέλουσα λαβεῖν ἔκειρεν ἀτέχνως σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. τὸ δὲ πρόβατον ἀλγοῦν ἔλεγε · ” τί με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει; καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν ὅς με συντόμως θύσει · εἰ δὲ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν ὃς καὶ κερεῖ με καὶ σώσει “. ὅτι οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος ὅσην βλάβην καρποῦνται. χήρα δέ τις ἦν πρόβατον κεκτημένη. ποτὲ οὖν κεῖραι βουληθεῖσα τὸν πόκον ἅμα τῷ μαλλῷ ἐψάλιζε τὴν σάρκα. τὸ δὲ πρόβατον ἀλγοῦν ἐβόα μέγα · ” βλάπτεις, γύναι, με, ψαλίζουσα τὴν σάρκα. χρυσὸν δὲ πόσον ἐξ αἵματος προσθήσεις, κόπτουσα, ψαλίζουσα τὴν ἐμὴν σάρκα; εἰ μὲν κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, κάλει μάγειρον καὶ θύσει με συντόμως · εἰ δὲ τὸν πόκον ἐθέλεις ἀποκεῖραι, ἐλθέτω κουρεὺς πάλιν, ἵνα με κείρῃ “. ὅτι οἱ ἀπειρίαν τινὸς ἔχοντες καὶ διὰ πλεονεξίαν μεταχειριζόμενοι τοῦτο βλάβην μᾶλλον ἢ κέρδος ἔχουσιν. 323Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι. τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέβη ἐκ τούτου τοὺς μὴ ἐξ ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις. πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος. 324ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη · ” οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις · μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας “. τὸ δὲ εἶπεν · ” ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κα- κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι · σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον “. ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν. 325ῥοιὰ καὶ μηλέα καὶ ἐλαία περὶ εὐκαρπίας ἤριζον. πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν · ” ἀλλ’, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι “. οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται δοκεῖν τι εἶναι. ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. πολλῆς δὲ φιλονεικίας παρὰ τῶν ἀμφοτέρων γεγονυίας, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν · ” ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι “. ὁ μῦθος δηλοῖ ὅτι οὕτως παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι. ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον · πολλῶν δ’ἀμπισβητήσεων μέταξυ γενομένων, βὰτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ · ” παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι “. ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσι καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι. 326ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐβόα τοῖς παροῦσι · ” μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα · πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο “. οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐβόων · ” διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων “. ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐβόα τοῖς ἐναντίοις · ” ὦ ἄνδρες, μὴ κτείνετέ με, ἐπεὶ κα- κἀγὼ οὐδένα ἔκτεινα · πλὴν γὰρ τούτου τοῦ χαλκοῦ δι’οὗ αὐλῶ, ἕτερον οὐ πράττω “. οἱ δὲ πρὸς αὐτὸν ἐβόων · ” διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς νέους κράζων πρὸς μάχην ἐξήγειρας “. ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐπεγείροντες εἰς μάχην. ἦν τις σαλπιγκτὴς ἐν στρατῷ, ὃς σαλπίζων εἰς παράταξιν καὶ πόλεμον ἐκάλει τὸν στρατόν. κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐβόα · ” ἄνδρες, μὴ κτείνετέ με · οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐ δ’ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι “. οἱ δὲ πρὸς αὐτὸν εἶπον · ” τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον “. ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν. σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐβόα · ” μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην · οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα · πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι “. οἱ δὲ πρὸς αὐτὸν ἔφασαν · ” διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις “. ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν. 327σπάλαξ (ἐστὶ δὲ τοῦτο τὸ ζῷον τυφλὸν) λέγει πρὸς τὴν ἑαυτοῦ μητέρα ὅτι βλέπει. κα- κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα ἐπηρώτα τί ποτε εἴη. τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη · ” ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποβέβλησαι “. οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται. σπάλαξ (ἐστὶ δὲ τυφλὸν τοῦτο τὸ ζῷον) λέγει τῇ μητρί · συκαμινέαν ὁρῶ. ἐκ δευτέρου δὲ ἔφη · ” χονδρολιβάνου ὀσμῆς πεπλήρωμαι “. ἐκ τρίτου δὲ πάλιν λέγει · ” ψηφῖδος χαλκῆς κτύπον ἀκούω “. ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ · ” τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις “. ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. ὁ ἀσπάλαξ τυφλὸν ζῷόν ἐστι. φησὶν οὖν ποτε τῇ μητρί · ” συκαμινέαν, μῆτερ, ὁρῶ “. εἶτα αὖθίς φησι · ” λιβάνου ὀσμῆς πεπλήρωμαι “. κα- κἀκ τρίτου πάλιν · ” χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω “. ἡ δὲ μήτηρ ὑπολαβοῦσα εἶπεν · ” ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως “. ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. πηρὸν ἀσπάλαξ καὶ τυφλὸν ζῷον. εἷς οὖν τὴν μητέρα θέλων φιλῆσαι, ἀντὶ τοῦ στόματος τῷ αἰδοίῳ προσψαύει. τοῦτο δὲ ποιῶν τοὺς ἄλλους ἀδελφοὺς οὐκ ἔλαθεν. εἷς δὲ αὐτῶν εἶπεν ὡς” θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως “. ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει. 328σῦς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ αὐτὸν ἐρομένης τὴν αἰτίαν δι’ἥν, μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας θήγει, ἔφη · ” ἀλλ’ἔγωγε οὐ ματαίως τοῦτο ποιῶ · ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι “. ὁ λόγος διδάσκει δεῖν πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι. ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τοὺς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ αὐτὸν ἐρωτησάσης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς ἀνάγκης οὔσης, μήτε κυνηγοῦ, μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας τί θήγεις; ἔφη · ἀλλ’οὐ ματαίως τοῦτο ποιῶ · ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι. ὁ μῦθος δηλοῖ ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖν. μονιὸς ἄγριος ἐπί τινος ἑστὼς δένδρου τοὺς ὀδόντας ἔθηγεν. ἀλώπεκος δ’ἐρομένης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς προκειμένης ἀνάγκης, τοὺς ὀδόντας θήγει, ἔφη · ” οὐκ ἀλόγως τοῦτο ποιῶ · εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι “. ὁ μῦθος δηλοῖ ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι. 329σῦς ἄγριος καὶ ἵππος ἐν τα- ταὐτῷ ἐνέμοντο. τοῦ δὲ συὸς παρ’ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦντος, ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι ἐπὶ κυνηγέτην σύμμαχον παρέλαβε. κα- κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόντε ὑπομείνῃ καὶ αὐτὸν ἐπιβάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν. οὕτω πολλοὶ δι’ἀλόγιστον ὀργήν, ἕως τοὺς ἐχθροὺς ἀμύνασθαι θέλουσιν, ἑαυτοὺς ἑτέροις ὑπορρίπτουσιν. 330σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος, οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, οἱ δὲ κύκλῳ περιστάντες τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι. κα- κἀκεῖνος ὑποτυχὼν εἶπεν · ” ἀλλ’ἔμοιγέ εἰσι δύο βόες, οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν · οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν “. πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος. σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρ’αὐτοῦ ποτὸν ᾖτουν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. καὶ οἱ μέν πέρδικες περισκάψειν τοὺς ἀμπελῶνας καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι ἔλεγον. κα- κἀκεῖνος ὑποτυχὼν ἔφη · ” ἀλλ’ἔμοιγέ εἰσι δύο βόες, οἵτινές μοι μηδὲν κατεπαγγελλόμενοι πάντα ποιοῦσιν, οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν ποτὸν παρέχειν “. οὗτος ὁ λόγος πρὸς ἄνδρα ἀχάριστον. σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ’αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν · οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη · ” ἀλλ’ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν · ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν “. ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα. 331σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήττων ἐχείμαζε. ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, τὴν κεφαλὴν ἁμάξης τρόχῳ ὑπέθηκε, καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. ὁ λόγος δηλοῖ ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνῄσκειν. σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζεν. ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων · ” συναπόλλυμαι τῷ ἐχθρῷ μου “. πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας. 332ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. τυπτόμενος δὲ ὑπ’αὐτῶν καὶ κερατιζόμενος ἔφη · ” ἀλλ’οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα λέοντα “. οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν. λέοντα φεύγων ταῦρος εἰς σπήλαιον ἔδυ · τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. ὁ δὲ εἶπεν · ” οὐ σέ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι · ἐπεὶ παρελθέτω, καὶ τότε γνώσῃ τίς ἡ δύναμις ταύρου καὶ τράγου “. ὅτι πολλάκις καὶ δυνατοὺς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας. 333ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς” ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς “. ὁ δέ · ” ἀλλ’ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι · σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ὀρνίθων βαίνεις “. ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον. ἢριζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου. ἡ δὲ ἔφη · ” ἀλλ’ἐγὼ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ · σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐ δ’ἄνω φαίνῃ “. ὅτι κρεῖσσον περίβλεπτόν τινα εἶναι σὺν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως σὺν πλουσίᾳ ἐστθῆτι. ταὼν δέ ποτε γεράνου κατεγέλα, ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου, λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους, ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα, ὥσπερ τις ἄναξ οὖσα, φησί, τυγχάνω. ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει · ” ἀλλ’ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη · σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων “. ὅτι κρεῖσσόν ἐστι περίβλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον. 334τῶν ὀρνέων βουλευομένων περὶ βασιλείας, ταὼς ἠξίου αὐτὸν χειροτονῆσαι βασιλέα διὰ τὸ κάλλος. ὡρμημένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν · ” ἀλλ’ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις “; ὁ λόγος δηλοῖ ὅτι οὐ μεμπτοὶ ὅσοι προειδότες τοὺς μέλλοντας κινδύνους, πρὶν παθεῖν, φυλάττονται. τῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἠξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. ἀρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν · ” ἀλλ’ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις “; ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι. τῶν ὀρνίθων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἑαυτὸν ἠξίου διὰ τὸ κάλλος χειροτονεῖν. αἱρουμένων δὲ τοῦτον πάντων, κολοιὸς ὑπολαβὼν ἔφη · ” ἀλλ’εἰ, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιώκειν ἐπιχειρήσει, πῶς ἡμῖν ἐπαρκέσεις “; ὁ μῦθος δηλοῖ ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ. 335τέττιξ ἐπὶ τινος ὑψηλοῦ δένδρου ᾖδεν. ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν τοιοῦτόν τι ἐπενόησεν. ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι, λέγουσα ὅτι ἐπιθυμεῖ θεάσασθαι πηλίκον ζῷον τηλικαύτην φωνὴν φθέγγεται. κα- κἀκεῖνος ὑπονοήσας αὐτῆς τὴν ἐνέδραν, φύλλον ἀποσπάσας καθῆκε. προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη · ” ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι · ἐγὼ γὰρ ἀπ’ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ’οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην “. ὅτι τοὺς φρονίνους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι. 336ὥρας δέ ποτε χειμῶνος τυγχανούσης, μύρμηκες σῖτον ἡλίαζον βραχέντα. τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι, δραμὼν παρ’αὐτοὺς ἐδωδὴν ἐπεζήτει. τῶν δὲ φησάντων · ” τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως “; τέττιξ ἀντεῖπεν · ” ἀλλ’ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους “. οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων · ” χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει · ἀλλ’ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους “. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. ὥρας δέ ποτε χειμῶνος τυγχανούσης, μύρμηκες σῖτον ἡλίαζον βραχέντα. ἰδὼν δὲ τέττιξ τούτους οὕτως ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων ἀποθνῄσκειν, δραμὼν εὐθέως τροφὴν αὐτοὺς ἐζήτει. τῶν δὲ φησάντων · ” τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως “; τέττιξ ἀντεῖπεν · ” οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους “. οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων · ” εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος · σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς “. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν κινδύνῳ περιπέσῃ. χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. οἱ δὲ μύρμηκες εἶπον αὐτῷ · ” διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν “; ὁ δὲ εἶπεν · ” οὐκ ἐσχόλαζον, ἀλλ’ᾖδον μουσικῶς “. οἱ δὲ γελάσαντες εἶπον · ” ἀλλ’εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ “. ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ. ψῦχος ἦν καὶ χειμὼν κατ’Ὀλύμπου. μύρμηξ δὲ πολλὰς συνάξας τροφὰς ἐν ἀμητοῖς ἐν ἰδίοις οἴκοις ἀπέθηκε. τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνεε τῇ πείνῃ, λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ · ἐδέετο δὲ τοῦ μύρμηκος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς γευσάμενός τινος σωθείη. ὁ μύρμηξ δὲ πρὸς αὐτόν · ” ποῦ, φησίν, ἦς τῷ θέρει; πῶς δ’οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ “; ὁ δὲ τέττιξ · ” ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας “. ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη · ” οὐκοῦν χειμῶνος ὀρχοῦ “. ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν. 337τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει · ” τί με σπαράττεις μηδὲν ἠδικηκότα “; καὶ ὅς · ” οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ’ὁ ὄπισθεν σφοδρῶς με τύπτων “. 338ἀνῆλθέ τις εἰς ὄρος τοξότης ἔμπειρος κυνηγῆσαι. πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν εἶπεν · ” ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν, καὶ δὴ τότε ἐπέρχομαί σοι κα- κἀγώ “. ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων · ” οὐδαμῶς με πλανήσεις · ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω “; ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. ἀνῆλθέ τις ἐν ὄρει κυνηγίου χάριν. ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο · λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. ὁ δὲ τὸ βέλος ἀφεὶς καιρίως τὸν ἰσχυρὸν ἐτραυμάτισεν, εἰπών · ” ἰδὲ τὸν ἐμὸν ἄγγελον πρῶτον οἱός ἐστι καὶ αὖθις δὴ τὴν ἐμὴν ἰσχὺν δοκιμάσεις “. ὁ δὲ λέων βληθεὶς φεύγειν ὥρμησε ἀμεταστρεπτί. ἀλώπηξ δὲ τούτῳ συνήντησε καὶ θαρρεῖν συνεβούλευεν. ἔφη δὲ οὗτος · ” οὐδαμῶς με πλανήσεις, δολία · ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω “; ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν. τοξότης δέ τις ἀπῆλθε κυνηγήσων · ἐξ οὗ ἀπέδρα εὐθὺς πάντα τὰ ζῷα. ἄναξ δ’ὁ λέων τοῦτον προσεκαλεῖτο. ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαβὼν ὁ λέων αὖθις ἔφυγε λέγων · ” ὢ τῆς συμφορᾶς, τί συνέβη τῷ τάλᾳ “; τοῦ δὲ θρηνοῦντος, τοῦτ’ἡ ἀλώπηξ λέγει · ” ἵνα τι οὕτως ἀκράτως δραπετεύεις; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω “. ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει · ” εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου, εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει “; ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ. 339τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος · ” τί με βλάπτεις; μὴ γὰρ οὐκ ἐστι χλόη; ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω “. τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει. τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων, τούτῳ προσεῖπε · ” τί με βλάπτεις ἀδίκως; μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη; ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου, ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ “. 340τὰς ὑαίνας φασὶ παρ’ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. καὶ δή ποτε ὕαινα ἄρσην πρὸς ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη. ἡ δὲ ὑποτυχοῦσα ἔφη · ” ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος “. τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι. ὕαιναν λέγουσι διττὴν εἶναι φύσει · χρόνῳ γὰρ αὐτή, φασίν, ἄρρην τυγχάνει καὶ μετὰ χρόνον θήλεια. φασὶ μίαν, κακῶς αὐτῇ ἄρρενος διατεθέντος, εἰπεῖν · ” ὦ φίλε, μέμνησο πρόσθεν τόδε, αὖθις τὸν αὐτόν ποτε ἀρρενωθῆναι “. ὁ λόγος τοὺς ἄρξαντας ἐπὶ χρόνον τινὰ ἐδίδαξεν ὅτι κριθέντες ἄνθρωποί ποτε ὕστερον ἔκριναν τοὺς πάλαι διδασκάλους. 341τὰς ὑαίνας φασί, παρ’ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. κα- κἀκείνη ὑποτυχοῦσα εἶπεν · ” ἀλλ’ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι “. πρὸς ἄνδρα ἀμφίβολον. 342ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖν, ἡ κύων ἔλεγε καὶ κατ’αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε καὶ ἐὰν φάγῃ τις ὑὸς κρέα, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη · ” ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ “. οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε · ” καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις · δηλοῖς γὰρ ὑπ’αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐ δ’ὅλως εἰς ἱερὸν προσίεται “. καὶ ἡ σῦς · ” διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με · τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται · σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα “. ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν. 343ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν · ” ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις “. ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. ἔφη δ’ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζῴων. καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν · ” ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις “. ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ἐν τῇ τελειότητι κρίνεται. 344φαλακρός τις τρίχας ξένας τῇ ἑαυτοῦ κορυφῇ περιθεὶς ἵππευεν. ἄνεμος δέ φυσήσας ἀφείλετο ταύτας · γέλως πλατὺς δὲ τοὺς παρεστῶτας εἶχεν. κα- κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας · ” τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ’οὗ καὶ ἐγεννήθησαν, κατέλιπον “; ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ · ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐ δὲ παραμένει · γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα. 345φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος βῶλον χρυσοῦν ὠνήσατο καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις καὶ ὑπονοήσας τὸ ἀληθές, ἀπαλλαγέντος αὐτοῦ, τὸ χρυσίον ἀνείλατο. ὁ δέ, ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιε καὶ τὰς τρίχας ἐσπάρασσεν. ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν · ” μὴ λυποῦ, λαβὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι · οὐ δὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ “. ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. φιλάργυρός τις τὴν οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσάμενος καὶ βῶλον χρυσοῦν ποιήσας καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας, καθ’ἑκάστην ἐρχόμενος ἑώρα αὐτόν. καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας, καταλαβὼν τὸν τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο. μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ · ” ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν λίθον, θὲς ἀντ’αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι · ὡς γὰρ ὁρῶ, οὐ δὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. φιλάργυρός τις τὴν οὐσίαν αὐτοῦ πᾶσαν ἐξαργυρώσας ὠὸν χρυσοῦν ὠνήσατο, καὶ τοῦτο πρὸς τὸ τεῖχος ὀρύξας κατέθετο, συνεχῶς πρὸς ἐπίσκεψιν ἐρχόμενος. εἷς δέ τις παρατηρήσας τὰς ἀφίξεις καὶ καταλαβὼν τὸ χρυσίον ἀφείλατο. ὁ δέ, ὡς ἐπανελθὼν κενὸν εὗρε τὸν τόπον, κλαίων τὰς τρίχας ἔτιλεν. ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη · “μὴ λυποῦ · λαβὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι · οὐ δὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ”. ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. φιλάργυρός τις, ἅπασαν αὐτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν, καὶ καθ’ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. μετὰ δὲ ταῦτα κα- κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος · “μὴ οὕτως, εἶπεν, ὦ οὗτος, ἀθύμει · οὐ δὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες. λίθον οὖν ἀντὶ χρυσοῦ λαβὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι · τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν · ὡς ὁρῶ γάρ, οὐ δ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος”. ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ. 346ἦν δέ τις χαλκεὺς κυνάριον κατέχων. ὁ δὲ χαλκεύων, ὁ κύων ἐκοιμᾶτο · πάλιν ἐσθίων, ὁ κύων παρειστήκει. οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα · “ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραββάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου · ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις”. τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. ἦν τις χαλκεὺς κυνάριον ἔχων. χαλκεύων δέ, τὸ κυνάριον ἐκοιμᾶτο · ὅταν δὲ τράπεζα παρετίθετο, εὐθὺς ὁ κύων ἕτοιμος εἰς παράστασιν σείων τὸ οὐραῖον ἐφαίνετο. μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων · “ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραββάτου, μὴ θέλοντός σου ἀναστῆναι · ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις”. ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. ἦν τις χαλκεὺς ἔχων κύνα. οὗτος οὖν χαλκεύων τὸν κύνα ἔβλεπε κοιμώμενον · πάλιν ἐσθίων ἑώρα παριστάμενον. τότε λοιπὸν εἶπε πρὸς αὐτόν · “ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραββάτῳ · ὅταν δ’ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις”. ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν. χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο · ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν · “ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς · ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ”. ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει. 347χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖντε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι ἢ παρὰ τὴν κόμην · ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἂν τύχῃ, παρ’ἄλλους ἤδη ἀνθρώπους ἔρχεται · καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. “ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐ δὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι ἠνάγκασα. – τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κα- κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως · ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ το- τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται”. 348χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη · δράκων δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης ὅτι οὐ μόνον αὐτὴν τέκνα ἀποβαλεῖν συμβέβηκεν, ὑποτυχοῦσα εἶπεν · “ἀλλ’ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν”. ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται. ξένη χελιδὼν ἡ τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστηρίῳ τὴν καλιὰν ἑαυτῆς ἔπηξεν ἐν τοίχῳ, κα- κἀκεῖσε νεοττῶν ἕπτα γίνεται μήτηρ. ὄφις δὲ ἐκ τρώγλης συρεὶς πάντας κατέφαγεν. ἡ δὲ χελιδὼν θρηνοῦσα · “οἴμοι, ἔλεγεν, ὅτι ἔνθα πάντες δικαιοῦνται, ἐγὼ ἠδικήθην”. τοὺς ἀδίκῳ γνώμῃ τυραννοῦντας τοὺς πέλας ἐν παραβάσει νόμου ὁ μῦθος ἐλέγχει. 349χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν · ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν · “ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται”. ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων. 350ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεβούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι · εἰ δ’ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμβάνωσιν αὐτά. τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν, αὐτὴ παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτὴν προσελάβοντο. οὕτως συνέβη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. ὁ λόγος δηλοῖ ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται. χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα παρῄνει, φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν · “ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ἡμῶν”. ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίβουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ἀνθρώποις οὐδὲν ὑπ’αὐτῶν πάσχει κακόν. τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος τοῦ λίνου κακῶν αἰτίου, συμβαίνει λιπαρὰ γενέσθαι καὶ μάλα δικαίως ὑπὸ τῶν ἀνθρώπων συλλαμβανόμενα δαπανᾶσθαι. οὕτωςτε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ’ἀνθρώπων μένειν, ἀλλ’ἐν ἀέρι πέτεσθαι. οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν. ὅτε δρῦς ἰξὸν ἔφυε, βλάβην ὀρνέων, ἡ φρονιμωτάτη χελιδὼν εἶπε πᾶσιν ὀρνέοις τοῦτο κωλύειν. τὰ δὲ ὡς οὐδὲν φρονοῦσαν ταύτην παρελογίσαντο καὶ ἠμέλησαν. τότε ἡ χελιδὼν ἱκέτευσε τοὺς ἀνθρώπους σύνοικον αὐτὴν εἰσδέξασθαι. διὰ τοῦτο μόνης αὐτῆς τοῖς πτεροῖς ἰξὸς οὐδέποτε ἐκολλήθη. 351ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην · “ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ εἰμί,” καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. καὶ ἡ κορώνη · “τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς”; ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται. χελιδὼν πρὸς τὴν κορώνην ἐκόμπαζε λέγουσα · “ἐγὼ παρθένος καὶ Ἀθηναίων βασιλέως θυγάτηρ εἰμί,” καὶ προσέθηκε τὸν Τηρέα καὶ τὴν παρ’αὐτοῦ βίαν καὶ τὴν τῆς γλώττης ἀποκοπήν. ἡ δὲ κορώνη ἔφη · “εἰ οὕτω λαλεῖς, ἔχουσα ἀποκεκομμένην τὴν γλῶτταν, τί ἂν ἐποίησας, εἰ μὴ τετρημένην αὐτὴν εἶχες”; 352χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ’ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ πείθοντος καὶ λέγοντος ἀδύνατον εἶναι, καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ μετέωρος ἀναβὰς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα ἀπερράγη καὶ τέθνηκεν. ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν. χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησεν καὶ αὐτὴ πέτεσθαι · καὶ προσελθοῦσα παρεκάλει αὐτὸν ἔφ’ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ λέγοντος ἀδύνατον τοῦτο γενέσθαι, ἔτι ἐπέμενεν δυσωποῦσα αὐτὸν ἆραι πρὸς τὸ διδάξαι αὐτήν. ὁ δὲ ἐκκακήσας ἦρεν αὐτὴν καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν πέτεσθαι. ἡ δὲ κατενεχθεῖσα ἐπί τινος πέτρας ἀπερράγη καὶ ἀπέθανεν. ὅτι οἱ τὰ ἀδύνατα ἐπιθυμοῦντες ἑαυτοῖς ἑκουσίως κίνδυνον ἐπιφέρουσιν. χελώνη ἀετὸν θεασαμένη πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. προσελθοῦσα δὲ πρός τινα παρεκάλει αὐτὸν ἐπὶ μισθῷ διδάξαι αὐτὴν πέτεσθαι. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι, ἐκεῖνος παρακούσας, ἀναβὰς εἰς ὕψος ἀφῆκεν αὐτήν, καὶ παράχρημα ἐπὶ πέτρας πεσοῦσα διερράγη. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέβλαψαν. χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πετασθῆναι. προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ’ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀναγαγοῦσα ἀφῆκεν · ἡ δὲ καταπεσοῦσα συνετρίβη. ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς ἀδυνάτοις ἐπιχειροῦντες κίνδυνον ἑαυτοῖς προξενοῦσιν. χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι αὐτὴν διδάξαι. τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. λαβὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν, εἶτ’ἀφῆκεν. ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη. ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔβλαψαν. 353χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἤριζον. καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου, πεσὼν παρ’ὁδὸν ἐκοιμᾶτο. ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ βραδύτητα, οὐ διέλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραδεῖον τῆς νίκης ἀφίκετο. ὁ λόγος δηλοῖ ὅτι πολλάκις φύσιν ἀμελοῦσαν πόνος ἐνίκησεν. ποδῶν χελώνης λαγωὸς κατεγέλα. ἡ δὲ πρὸς αὐτὸν ταῦτα γελῶσα ἔφη · “ἐγὼ τὸν ταχυδρόμον σε ἐκνικήσω”. ὁ δὲ ἔφησε · “τοῦτο οὐκ ἀληθεύεις · ὅμως ἔριζε καὶ γνώσῃ μου τοὺς πόδας. – τίς δὲ τὸν ὅρον ἀποτάξει, ἀντέφη, καὶ τὰ τῆς νίκης τίς ἡμῖν ἐπιδώσει”; τὸ δὲ φρόνιμον τῶν ζωνῴ, ἡ ἀλώπηξ συνετάξατο τὴν ἀρχὴν καὶ τὸ τέλος, ἅμα δείξασα τὸν δρόμον καὶ τὸν τόπον. ἡ οὖν χελώνη μη δ’ὅλως κατοκνοῦσα εὐθὺς ὁδεύουσ’εἰς τὸν ὅρον ἀνῆλθεν. ὁ δὲ λαγωὸς ποσὶ θαρρῶν ἐφύπνου · μετὰ δὲ ταῦτα ἐξαναστὰς τῆς κοίτης δρομαῖος ἧκεν εἰς τὸν τόπον τοῦ ὅρου, ὅστις καὶ εὗρε τὴν χελώνην ὑπνοῦσαν. ὁ μῦθος δηλοῖ ὅτι πολλαὶ φύσεις ἀνθρώπων εἰσὶν εὐφυεῖς, ἀλλ’ἐκ ῥᾳθυμίας καὶ ὄκνου ἀπόλλυνται · ἐκ δὲ σπουδῆς καὶ μακροθυμίας πολλοὶ περιεγένοντο τῆς φύσεως. ποδῶν χελώνης κατεγέλα λαγωός. ἡ δὲ ἔφη · “ἐγώ σε τὸν ταχύπουν νικήσω”. ὁ δέ · “λόγῳ μόνῳ λέγεις τοῦτο · ἀλλ’ἔριζε καὶ γνῶθι. – τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ βραβεύσει τὴν νίκην; — ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη”. ἔταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου. ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ. ὁ δὲ λαγωὸς τοῖς ποσὶ θαρρῶν ἐκοιμήθη. ἐλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν “. ὅτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ’ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο. 354χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν, αἱ μὲν γέρανοι ἐλαφραὶ οὖσαι ἀπέπτησαν, οἱ δὲ χῆνες μείναντες διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν. οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν πόλεμος ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες, ῥᾳδίως ἀπὸ πόλεως εἰς ἑτέραν πόλιν διασῴζονται τῆς ἐλευθερίας μετέχοντες, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερβολὴν μένοντες πολλάκις δουλεύουσιν. χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν, οἱ μὲν γέρανοι ἐλαφροὶ ὄντες ταχέως ἀπέπτησαν καὶ διεσώθησαν · αἱ δὲ χῆνες μείνασαι διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν. οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων ἐπὶ ἐπαναστάσεσι πόλεων γίνεται · οἱ μὲν πένητες, διὰ τὸ ἀκτήμονες εἶναι, ῥᾳδίως μεταβαίνουσιν ἀπὸ πόλεως εἰς πόλιν · οἱ δὲ πλούσιοι, διὰ τὴν τῶν ὑπαρχόντων ὑπερβολὴν μένοντες, πολλάκις δουλεύουσι. χῆνες καὶ γέρανοι ἐπὶ τα- ταὐτοῦ λειμῶνος ἐνέμοντο. τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι. 355χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν · ” μακρόθεν μου κολύμβα, καὶ μὴ πλησίον · ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κα- κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω “. ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι. 356ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κα- κἀκεῖθεν τερπνὸν ἐκεκράγει. γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίςτέ ἐστι καὶ πόθεν ἦλθεν. ὁ δὲ εἶπεν · ” ὁ δεσπότης με νεωστὶ ἐπρίατο. – οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με “. ὁ δὲ ἀπεκρίνατο λέγων · ” οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν · οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ “. πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος. πέρδικά τις πριάμενος τρέχειν οἴκῳ ἀφῆκεν · ἡδέως γὰρ εἶχε τὸ ζῷον. κα- κἀκεῖνος εὐθὺς κλαγγὴν ἐξ ἔθους ᾄδων πᾶσαν κατ’αὐλὴν † ἀκριβεία τῶν † ᾔει. γαλῆ πρὸς αὐτὸν ἐπίβουλος ὡρμήθη, καὶ πρῶτον εἶπε · ” τίς μὲν εἶ, πόθεν ἥκεις “; ἡ δέ · ” ἠγόρασμαι, ἔφησεν, προσφάτως “. ” ἐγὼ χρόνον τοσοῦτον ἐνθάδε διατρίβω καὶ με ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ, ἀλλ’ἡσυχάζω καὶ προσέτι ἀνδύνω. σὺ δ’ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις “; πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους. 357ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ταρσοῦ ποδὸς ἀνδρὸς ἀθλητοῦ νοσοῦντος καὶ ἁλλομένη ἐνῆκε δῆγμα. ὁ δ’ἀκροχολήσας εὐτρεπίσας τοὺς ὄνυχας οἷόςτε ἦν συνθλάσαι τὴν ψύλλαν. ἡ δὲ ὑφ’ὁρμῆς φυσικὸν πήδημα λαβοῦσα ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. καὶ ὃς στενάξας εἶπεν · ” ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω συμμαχῇς, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ “; ἀτὰρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ἐπὶ τὰς μείζους ἀνάγκας. ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλήτοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. ὁ δὲ ἀκροκολήσας ηὐτρέπισε τοὺς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην · ἡ δὲ ἐφ’ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. καὶ ὃς στενάξας εἶπεν · ” ὦ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός “; ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἐπικαλεῖσθαι, ἀλλ’ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς. ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν. ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν · ” ὦ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις “; ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλ’ἐπὶ τῶν ἀναγκαίων. 358ψύλλα δέ ποτέ τινι πολλὰ ἠνώχλει. καὶ δὴ συλλαβών · ” τίς εἶ σύ, ἀνεβόα, ὅτι πάντα μου μέλη κατεβοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων “; ἡ δὲ ἐβόα · ” οὕτως ζῶμεν, μὴ κτείνῃς · μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι “. ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη · ” ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις · ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐ δὲ μέγα οὐ δ’ὅλως πρέπει καθόλου που φυῆναι “. ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κα- κἂν μέγας ᾖ, κα- κἂν μικρός. 359ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα · ” τὶ δή παθὼν ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα αὐτῶν χανδόθεν πινούσης; ὁ δ’· “οὐκ ἄχαρίς εἰμι μερόπων γένει · στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαίτε συχνῶς μέτωπόντε καὶ ὤμους”. ἡ δέ · “ἀλλ’ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος δὴ μόρος, ὅτε καὶ τύχῃ συμβαίνει μοι ἁλῶναι. ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.