Aesop and Aesopica

Fables, Fable 273

273ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐβάδιζον. καὶ δὴ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡμίονος οὐδὲν περιττότερον βαστάζει. μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. ἔτι δὲ αὐτῶν πόρρω προβαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ’αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε. καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον εἶπεν · οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι; ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.