Aesop and Aesopica

Fables, Fable 356

356ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίςτέ ἐστι καὶ πόθεν ἦλθεν. δὲ εἶπεν · δεσπότης με νεωστὶ ἐπρίατο. οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. δὲ ἀπεκρίνατο λέγων · οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν · οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα λόγος εὔκαιρος. πέρδικά τις πριάμενος τρέχειν οἴκῳ ἀφῆκεν · ἡδέως γὰρ εἶχε τὸ ζῷον. κἀκεῖνος εὐθὺς κλαγγὴν ἐξ ἔθους ᾄδων πᾶσαν κατ’αὐλὴν ἀκριβεία τῶν ᾔει. γαλῆ πρὸς αὐτὸν ἐπίβουλος ὡρμήθη, καὶ πρῶτον εἶπε · τίς μὲν εἶ, πόθεν ἥκεις; δέ · ἠγόρασμαι, ἔφησεν, προσφάτως. ἐγὼ χρόνον τοσοῦτον ἐνθάδε διατρίβω καὶ με ἔνδον ἔτεκεν μυοκτόνος μήτηρ, ἀλλ’ἡσυχάζω καὶ προσέτι ἀνδύνω. σὺ δ’ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις; πρόσφορος μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.