139γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν · “ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον”. ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν · πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη. γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαιςτε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. ὁ δὲ στενάζων εἶπεν · “οἴμοι ἐγώ · ἐκ ποίας ταχυδρόμου ὁρμῆς ἐν ποίῳ μεθηρμόσθην καμπτῆρι πολυμόχθῳ”. ὅτι οὐ δίκαιον τὸ ἐπαίρεσθαι ἐπί τινι εὐημερίᾳ ἢ γενναιότητι. ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη · “ὢ τῆς συμφορᾶς · τί τῷ τάλᾳ συνέβη · ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν”. ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ · πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.