Aesop and Aesopica

Fables, Fable 288

288ὄρνιθα δέ τις πάνυ καλλίστην εἶχεν, ἥτις ἔτικτεν ἀεὶ ὠὰ χρυσέα. δὲ νομίσας χρυσὸν ἔνδον ὑπάρχειν σφάξας πάραυτα εὗρε ταύτην ὁμοίαν ὥσπερ τὰ λοιπὰ ὑπάρχειν τῶν ὀρνίθων. δὲ τὸν πλοῦτον εὑρηκέναι νομίσας ἀπεστέρηται καὶ τοῦ μικροῦ τοῦ κέρδους. μῦθος δηλοῖ ὅτι ἔχων τι ἀρκέσθητι ἐπὶ τούτῳ, τὴν δὲ ἀπληστίαν φεῦγε, μή πως καὶ ἔχεις ἀπολέσῃς. χρυσοῦν ὠὸν ἔτεκεν ὄρνις ἐν χρόνῳ · καί τις πλανηθεὶς χρυσεραστὴς τὰς φρένας αὐτὴν τοῦ εὑρεῖν χρυσὸν πολὺν ἀνεῖλεν. ὡς δ’εὗρεν αὐτὴν μεμεστωμένην κόπρῳ, κατηφὴς ἐγένετο καὶ τεθλιμμένος. πολλ’ἐλπίσας καὶ τοῦ μικροῦ ἐστερήθη. μῦθος δηλοῖ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν. ὄρνιν τις εἶχε καλὴν χρυσᾶ ὠὰ τίκτουσαν · νομίσας δὲ ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι καὶ θύσας εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη. ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω. Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρυσᾶ τίκτουσαν. δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ ὅτι πάντα τὰ ἐντὸς χρυσᾶ ἔχει χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. συνέβη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν · τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. οὕτω πολλάκις οἱ πλεονέκται δι’ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται.