2ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει · μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐβόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν · “ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’αὐτοῦ ὠφελειῶν ἀπολαύειν”; ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν. πρὸς ἄνδρα αἰσχροκερδῆ μη δὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.