206λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ. παρῆσαν δ’ἐπισκεψόμενα τὸν βασιλέα, πλὴν ἀλώπεκος, τα- τἄλλα τῶν ζῴων. ὁ τοίνυν λύκος λαβόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μη δ’εἰς ἐπίσκεψιν ἀφιγμένης. ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. ὁ μὲν οὖν λέων κατ’αὐτῆς ἐβρυχᾶτο. ἡ δ’ἀπολογίας καιρὸν αἰτήσασα · “καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ἰατρῶν ζητήσασα καὶ μαθοῦσα”; τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν · “εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ”. καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως · “οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν”. ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ἑτέρου μηχανώμενος καθ’ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.