340τὰς ὑαίνας φασὶ παρ’ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. καὶ δή ποτε ὕαινα ἄρσην πρὸς ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη. ἡ δὲ ὑποτυχοῦσα ἔφη · “ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος”. τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι. ὕαιναν λέγουσι διττὴν εἶναι φύσει · χρόνῳ γὰρ αὐτή, φασίν, ἄρρην τυγχάνει καὶ μετὰ χρόνον θήλεια. φασὶ μίαν, κακῶς αὐτῇ ἄρρενος διατεθέντος, εἰπεῖν · “ὦ φίλε, μέμνησο πρόσθεν τόδε, αὖθις τὸν αὐτόν ποτε ἀρρενωθῆναι”. ὁ λόγος τοὺς ἄρξαντας ἐπὶ χρόνον τινὰ ἐδίδαξεν ὅτι κριθέντες ἄνθρωποί ποτε ὕστερον ἔκριναν τοὺς πάλαι διδασκάλους.