Aesop and Aesopica

Fables, Fable 9

9ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. δὲ εἶπεν · οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ. ὅτι τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα λύπη συνέβη. χελιδὼν δέ τις ὠμίλει ἀηδόνι ἵν’ὁμόροφος ταύτῃ γε συνυπάρχῃ. δὲ πρὸς αὐτὴν δακρύουσα ἐβόα · οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι · τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω. διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω. ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.