Aesop and Aesopica

Fables, Fable 156

156κηπουροῦ κύων εἰς φρέαρ ἔπεσεν. δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέβη. δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ’αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. καὶ ὃς κακῶς διατεθεὶς ἔφη · ἀλλ’ἔγωγε ἄξια πέπονθα · τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην; πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα μῦθος ἁρμόζει. κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. οἰηθεὶς δ’ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. δὲ μετ’ὀδύνης ἐπανιών · δίκαια, φησί, πέπονθα · τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα; μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.