Aesop and Aesopica

Fables, Fable 251

251νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλας σπεισάμεναι ἐμπορεύεσθαι διέγνωσαν. καὶ δὴ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον ἐνθεμένη ἔπλει. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ μὲν αἴθυια ἀπ’ἐκείνου τὸν χαλκὸν ζητοῦσα κατὰ τοῦ βυθοῦ δύνει, οἰομένη τὸν χαλκὸν εὑρήσειν · δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν · δὲ βάτος τὰς ἔσθητας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται τῶν ἱματίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι. λόγος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἂν πρότερον πταίσωμεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλας φιλίαν ποιήσασαι ἐμπορεύεσθαι ἔγνωσαν. καὶ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς τὸ μέσον τοῦτο κατέθηκεν · δὲ βάτος ἐσθῆτα ἐνεβάλλετο · δὲ αἴθυια χαλκόν · καὶ εὐθέως ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. καὶ ἀπὸ τῶν τότε αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μήπως θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ · δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν · δὲ βάτος τῶν ἐσθήτων ἐπιλαμβάνεται τῶν παριόντων, ζητοῦσα τὸ ἴδιον ἱμάτιον ἐπιγνῶναι. μῦθος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἂν πρότερον πταίσωμεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμεναι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, δὲ βάτος ἐσθῆτα μετ’ἑαυτῆς ἔλαβεν, δὲ αἴθυια τρίτη χαλκόν · καὶ ἀπέπλευσαν. χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. ἐξ ἐκείνου τοίνυν μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλῃ θάλαττα · δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ’ἐπὶ νομὴν ἔξεισιν · δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα. μῦθος δηλοῖ ὅτι περὶ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν. νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν. ἐκ δανειστοῦ γοῦν νυκτερὶς λαμβάνει ἀργύριον διδοῦσα εἰς πραγματείαν · βάτος δὲ εἰς μέσον ἐσθῆτα βάλλει · αἴθυια δὲ χαλκοῦν ἐπεπληροῦντο. ἔπλευσαν δέ γε μετὰ νηὸς αὐτίκα. χειμῶνος δὲ ἐλθόντος, ναῦς ἐτράπη · ἀλλ’αἱ τρεῖς ἐσώθησαν χωρὶς πραγμάτων. δειμαίνουσα γοῦν νυκτερὶς τὸ χρέος μὴ ἀπαιτῆται, περιπολεῖται νύκτωρ · ὁπόταν δὲ βάτος ἐσθῆτα ἴδῃ, δοκοῦσα ἰδίαν εἶναι, σύρει βίᾳ · αἴθυια δὲ τὴν θάλασσαν ἐντρέχει δοκοῦσ’ὧδε κἀκεῖσε χαλκοῦν εὑρήσειν. πᾶς ὅπερ ἀποβάλλει, καὶ ζητεῖ τοῦτο.