Aesop and Aesopica

Fables, Fable 161

161κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν · εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν ἕως σῦκα γένωνται. ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ’αὐτοῦ μαθοῦσα ἔφη · ἀλλὰ πεπλάνησαι, οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. πρὸς ἄνδρα φιλόνεικον.