Aesop and Aesopica

Fables, Fable 338

338ἀνῆλθέ τις εἰς ὄρος τοξότης ἔμπειρος κυνηγῆσαι. πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν εἶπεν · ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν, καὶ δὴ τότε ἐπέρχομαί σοι κἀγώ. δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη λέων · οὐδαμῶς με πλανήσεις · ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω; ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. ἀνῆλθέ τις ἐν ὄρει κυνηγίου χάριν. ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο · λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. δὲ τὸ βέλος ἀφεὶς καιρίως τὸν ἰσχυρὸν ἐτραυμάτισεν, εἰπών · ἰδὲ τὸν ἐμὸν ἄγγελον πρῶτον οἱός ἐστι καὶ αὖθις δὴ τὴν ἐμὴν ἰσχὺν δοκιμάσεις. δὲ λέων βληθεὶς φεύγειν ὥρμησε ἀμεταστρεπτί. ἀλώπηξ δὲ τούτῳ συνήντησε καὶ θαρρεῖν συνεβούλευεν. ἔφη δὲ οὗτος · οὐδαμῶς με πλανήσεις, δολία · ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω; ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν. τοξότης δέ τις ἀπῆλθε κυνηγήσων · ἐξ οὗ ἀπέδρα εὐθὺς πάντα τὰ ζῷα. ἄναξ δ’ λέων τοῦτον προσεκαλεῖτο. δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαβὼν λέων αὖθις ἔφυγε λέγων · τῆς συμφορᾶς, τί συνέβη τῷ τάλᾳ; τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἀλώπηξ λέγει · ἵνα τι οὕτως ἀκράτως δραπετεύεις; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει · εἰ τοξότης ἄγγελον τοῦτον κτᾶται, τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου, εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει; ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.