Aesop and Aesopica

Fables, Fable 343

343ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ὗς ὑποτυχοῦσα εἶπεν · ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. ἔφη δ’ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζῴων. καὶ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν · ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ἐν τῇ τελειότητι κρίνεται.