Aesop and Aesopica

Fables, Fable 129

129ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ἑαυτὴν βοῶσα · πατήρ μού ἐστιν ἵππος ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡμίονος τρέχειν. ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. μῦθος δηλοῖ ὅτι δεῖ, κἂν χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι · ἀβέβαιος γάρ ἐστιν βίος οὗτος. ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτατε καὶ ἐβόα καθ’ἑαυτήν · πατήρ μοι ὑπάρχει ἵππος ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡμίονος. ὡς δὲ τοῦ δρόμου ἐπαύσατο, σκυθρωπάσασα τοῦ πατρὸς ὄνου αὐτῆς εὐθὺς ὑπανεμνήσθη. μῦθος δηλοῖ ὅτι, εἰ καὶ χρόνος ἐνέγκοι τινὰ εἰς δόξαν, οὐ δεῖ ἐπιλανθάνεσθαι τὴν τάξιν τοῦ οἰκείου γένους · ἀβέβαιος γάρ ἐστιν παρὼν βίος. ἡμίονος ἐκ κριθῆς παχύνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέγων · πατήρ μού ἐστιν ἵππος ταχυδρόμος κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην. καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνήσθη. μῦθος δηλοῖ ὅτι, κἂν χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω · ἀβέβαιος γάρ ἐστιν βίος οὗτος. ἡμίονος ἐκ κριθῆς παχεῖα γενομένη ἔτρεχε σκιρτῶσα καὶ ἔλεγεν · ἵππος ἐστί μοι μήτηρ · ἐγὼ δὲ οὐδὲν αὐτῆς εἰς τὸν δρόμον ἐλάττων ὑπάρχω. ὅτε δὲ ἔπαυσε τοῦ δρόμου, ἐσκυθρώπασεν · ὄνου γὰρ εὐθὺς πατρὸς οὖσα ἀνεμνήσθη. ὅτι, κἂν χρόνος εἰς δόξαν ἐνέγκῃ τινά, μηδεὶς τὴν ἑαυτοῦ φύσιν ἀγνοείτω · ἀβέβαια γὰρ τὰ ἀγαθὰ τοῦ βίου. ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν · ἵππος ἐστί μοι μήτηρ καὶ κατ’οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω. μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη.