Aesop and Aesopica

Fables, Fable 298

298παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν · ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ. λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ἑαυτῶν διδόντας ἀδικεῖσθαι. παῖς λουόμενος ἐν ποταμῷ ἐκινδύνευε πνιγῆναι. καὶ ἰδών τινα παροδίτην ἐπεφώνει · βοήθησόν τι. δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν. τὸ δὲ παιδίον εἶπεν · ἀλλὰ νῦν μοι βοήθησον · ὕστερον δὲ σωθέντα μέμφου. μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει · καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον. οὔπω κολυμβᾶν μειράκιον μαθὸν ποταμὸν διειδῆ καὶ καλὸν θεωρῆσαν ἔρριψεν ἑαυτὸν γυμνὸν ὡς κολυμβήσων. τὸ ῥεῦμα δὲ αὐτὸ καὶ τὸ βάθος οὐκ εἴα στῆναι. τὸ δὲ βουκόλον ἐφώνει · ἀπὸ τῆς ὄχθης τὰς χεῖρας ἔκτεινον. δὲ τολμηρὸν ἐκάλει καὶ οὐκ ἐδίδου χεῖρα. τὸ δὲ εἶπεν · ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με. ὅτι τοὺς ἐν κινδύνοις ἀπείρως ἐμπεσόντας δεῖ πρότερον σῴζειν, ἔπειτα διδάσκειν καὶ νουθετεῖν.