344φαλακρός τις τρίχας ξένας τῇ ἑαυτοῦ κορυφῇ περιθεὶς ἵππευεν. ἄνεμος δέ φυσήσας ἀφείλετο ταύτας · γέλως πλατὺς δὲ τοὺς παρεστῶτας εἶχεν. κα- κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας · “τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ’οὗ καὶ ἐγεννήθησαν, κατέλιπον”; ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ · ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐ δὲ παραμένει · γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα.