Aesop and Aesopica

Fables, Fable 253

253ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ · βασίλευσον ἐφ’ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἐλαία · ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ · δεῦρο, βασίλευσον ἐφ’ἡμῶν. καὶ εἶπεν αὐτὴ συκῆ · ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον · δεῦρο, βασίλευσον ἐφ’ἡμῶν. καὶ εἶπεν ῥαμνος πρὸς τὰ ξύλα · εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου · καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.