281ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν · “πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις”; ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν · εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα. ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. τὸν δ’εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’εἰρήκει · “πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις”; ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.