Aesop and Aesopica

Fables, Fable 18

18αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε · τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. δὲ καθ’ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, ἀλλ’ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι σὺ φαίνῃ καλή. ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι πρὸς αἰσχύνην μείζονα.