Aesop and Aesopica

Fables, Fable 169

169κόραξ νοσῶν ἔφη τῇ μητρί · μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. δ’ὑπολαβοῦσα ἔφη · τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη; μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει · εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ θρήνει. δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη · καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη; μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν · εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. δὲ εἶπεν · τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη; ὅτι πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν · εὖξαι τοῖς θεοῖς, μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. δὲ εἶπε · καὶ τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;