Aesop and Aesopica

Fables, Fable 267

267ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς ἄστυ. τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὄνος ὑπολαβὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτότε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐβούλετο. καὶ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη · κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ἀνθρώπων προσκυνεῖσθαι. λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν. ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε · πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. δὲ ὄνος τυφωθείς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥίψειν. ἀλλὰ τοῦτον ξύλοις παίων δεσπότης εἶπεν · ὄνος εἶ θεὸν φέρων, ἀλλ’οὐ θεοῖς ὑπάρχεις ὁμότιμος. ὅτι κτηνώδεις ἄνδρας, τοὺς τυφωμένους ἐπ’ἀλλοτρίαις δόξαις μῦθος ἐλέγχει.