183κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν. ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν · “ἀλλ’, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας”. πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος. κύων λαγωὸν διώξας ἐκράτησεν καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. καὶ ὁ λαγωὸς εἶπεν · “εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρός, τί σαίνεις οὐρήν”; ὅτι τοῖς τὸ ἦθος ἀνθρώποις παλίμβουλον κεκτημένοις οὔτε ἀπιστεῖν ἔνεστι οὔτε πιστεύειν.