Aesop and Aesopica

Fables, Fable 33

33συκέα παρ’ὁδὸν ἦν. ἀλώπηξ δὲ θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος · βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερβιαζομένη ἔλαθε ῥαγεῖσα. τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι · θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἐκείνων ἐφικέσθαι δύνανται.