136ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι ἐκ τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει · ὁ δὲ ὄφις ἔφη αὐτῷ · “τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν”. ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά. ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. ὁ δ’ὄφις ἐπιστραφεὶς καὶ δακὼν τοῦτον, εὐθὺς τέθνηκεν. ὁ δ’ὄφις ἀνεβόα · “ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν; ὅμως πέπονθας ὃ ἐβούλου μοι πρᾶξαι”. ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά. ἰκτῖνος ὄφιν ἁρπάσας εἰς ὕψος ἀπέπτη. ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ’ὕψους πεσεῖν συμβέβηκε. τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη · “τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐβούλου; δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν”.